Ancient Greek
P.Oxy. 18 2189
Documentary Papyri, P.Oxy. 18 2189
Not analysed yet
ἐμίσθωσεν Αὐρήλιος Σαραπίων ὁ καὶ Ἀπολλωνιανὸς γυμνασιαρχήσας τῆς Ὀξυρυγχειτῶν πόλεως καὶ ὡς χρηματίζει διὰ Αὐρηλίου Ἄμμωνος ἐπιτρόπου Αὐρηλίῳ Ποδᾶτι Ψεναμούνιος μητρὸς Ταπετσείριος ἀπὸ Σκὼ εἰς ἔτη δύο ἀπὸ τοῦ ἐνεστῶτος γ ἔτους ἀπὸ τῶν ὑπαρχόντων αὐτῷ περὶ Σκὼ ἐκ τοῦ Ἀπολλωνίου …ρχου καλουμένου ρο…ος ἀρούρας ἕνδεκα τέταρτον ,ὥστε κατʼ ἔτος σπεῖραι φακῷ, ἐκφορίου ἀποτάκτου κατʼ ἔτος μέτρῳ τετάρτῳ φακοῦ ἀρταβῶν πεντήκοντα μίαν ἀκίνδυνα πάντα παντὸς κινδύνου, τῶν τὴς γῆς δημοσίων ὄντων πρὸς τὸν μεμισθωκότα ὃν καὶ κυριεύειν τῶν καρπῶν ἕως τὰ κατʼ ἔτος ὀφειλόμενα κομίσηται. ἐὰν δέ τις τοῖς ἑξῆς ἔτεσι ἄβροχος γένηται, παραδεχθήσεται τῷ μεμισθωμένῳ, γενομένης σοι τῆς πράξεως ἔκ τʼ ἐμοῦ καὶ ἐκ τῶν ὑπαρχόντων μοι πάντων καθάπερ ἐκ δίκης. κυρία ἡ μίσθωσις. ἔτους γ Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Ἀντωνίνου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ Φαῶφι ιγ. Αὐρήλιος Ποδᾶς Ψεναμούνιος ὁ προτεταγμένος μεμίσθωμαι τὴν γῆν ἐπὶ τὰ ἔτη δύο καὶ ἀποδώσω κατʼ ἔτος ἀποτάκτου φακοῦ μέτρῳ τετάρτῳ ἀρταβῶν πεντήκοντα μιᾶς ,πάντα δὲ ποιήσω ὡς πρόκιται Αὐρήλιος Διογένης ἔγραψα ὑπὲρ αὐτοῦ μὴ εἰδότος γράμματα.