Ancient Greek
P.Oxy. 18 2199
Documentary Papyri, P.Oxy. 18 2199
Not analysed yet
…καὶ ἀντίγραφον καταγραφῆς κληρονομίας ὡς γενομένης εἰς τὴν τῶν ἐνκτήσεων ἐκείνου τοῦ νομοῦ βιβλιοθήκην καὶ πρὸς ταῦτα τοῦ Διοσκόρου λέγοντος ἀγνοεῖν, εἰ τῆι Ἀρείᾳ προσήκει ἡ κληρονομία, γεγραφέναι Ποντίωι Ἀντωνείνωι τῶι ἐκείνου τοῦ νομοῦ στρατηγῶι ἐξετάσαι αὐτὸ τοῦτο ἐκ τῶν παρʼ αὐτῶι βιβλίων καὶ δηλῶσαι οὖν, ὡς εἶχεν ἀντιγεγραφέναι, καὶ ἐπεὶ περὶ πολιτείας καὶ τὸ ζητούμενον περὶ τῆς τοῦ παιδίου ἀπαρχῆς καὶ τὸν Διοσκορον ὁτὲ μὲν προφέρεσθαι μὴ δύνασθαι ἀποδοῦναι, ὁτὲ δὲ ἐκζητῆσαι τὴν ἀπαρχὴν ἐπιγεννήσεως καὶ ἐποίσειν, πεπομφέναι ἐπὶ Ἰούλιον Παρδαλᾶν τὸν γενόμενον πρὸς τῶι ἰδίωι λόγωι …