Ancient Greek
P.Oxy. 18 2203
Documentary Papyri, P.Oxy. 18 2203
Not analysed yet
…ἕτερον τόπον ἀλλὰ καὶ ἐπιζητούμενον αὐτὸν πρὸς ἐμὲ παρὰ τῆς ὑμῶν ὑπερφυείας διὰ τῶν αὐτῇ προσηκόντων ἐν οἱᾳδήποτε ἡμέρᾳ οἱασδήποτε ἕνεκεν προφάσεως τοῦτον παραφέρω καὶ παραδώσω δίχα παντὸς τόπου προσφυγῆς καὶ λόγου ἔνθα αὐτὸν καὶ παρείληφα ἐν τῇ φυλακῇ τοῦ ἐνδόξου ὑμῶν οἴκου· εἰ δὲ μὴ τοῦτο ποιήσω, ὁμολογῶ ὑπεύθυνος εἶναι πᾶσιν τοῖς πρὸς αὐτὸν ἐπιζητουμένοις ἀποκρίνασθαι· κυρία ἡ ἐγγύη ἁπλῆ γραφεῖσα καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Θεόδωρος ἀρχισύμμαχος υἱὸς Σερήνου ὁ προγεγραμμένος πεποίημαι ταύτην τὴν ἐγγύην κατὰ τὴν ἀνωτέρω διήγησιν ὡς πρόκειται. …