Ancient Greek
237.5.15 to 237.5.41
Documentary Papyri, P.Oxy. 2 237.5.15-41
Not analysed yet
ἡγεμόνος ἐνκελεύσει ἀκριβεστέραν οὐκ ἀλλαχόθεν ἡγήσατο τὴν ἐξέτασιν ἔσεσθαι ἢ ἐκ τῆς τῶν βιβλιοφυλάκων προσφωνήσεως …ἐκ τῆς ἐξετάσεως τῶν προσφωνηθέντων τὸ πρᾶγμα φανήσεται ἀναπομπῆς ἄξιον καὶ προς… τοῖς τῶν ἐνκτήσεων βιβλιοφύλαξι τάδε. ἴσον βιβλιδίου ἐπιδοθέντος μοι ὑπὸ Διονυσίας οὗ παρείλημπται ἀντίγραφον …ω τῷ λαμπροτάτῳ ἡγεμόνι μεθʼ ἧς ἔσχεν ὑπογραφῆς ἐπισταλέντα ὑμῖν διὰ δημοσίου …τὰ παρακείμενα καὶ ἀνήκοντα τῷ πράγματι δηλώσητέ μοι. Θὼθ …α. ταῦτα π… οἱ βιβλιοφύλακες πάντα προσεφώνησαν διὰ μακρῶν μηδὲν παραλιπόντες …τῶν ἡμετέρων …τοῦ Χαιρήμονος ἀλλὰ μηδὲ τῶν παρακειμένων αὐτῷ δανείων. ὁ δὲ στρατηγὸς ἐντυχὼν καὶ ὁρῶν …μηδὲν ἐψευσμένην διὰ τοῦ βιβλιδίου ἀλλὰ καὶ μᾶλλόν τινα παραλιποῦσαν τῶν ἡμετέρων δικαίων εἰς τ… προς… γράψαντες καὶ ἀπογραφὴν γενομένην ὑπὸ τοῦ πατρὸς ἐπὶ τοῦ β… ἔτους διʼ ἧς πάντα τὰ α…στ…ατα ἃ αὐτὸς εἰσήνεγκεν εἰς τὸ βιβλιοφυλάκιον περὶ τούτου ὑπομνήματα αδ… διὰ τὸ …νειν, τὸν δὲ πατέρα μηδὲν ἕτερον ἢ πρὸς ἑαυτὸν λέγειν καὶ τὰ ἑαυτοῦ γράμματα παν …μενων, ἡγησάμενός τε μήτε δίκης δεῖσθαι τὸ πρᾶγμα τοσούτων χρηματισμῶν περὶ τῶν νο… ὑπὸ τῶν βιβλιοφυλάκων ἐπενηγμένων, σοὶ τῷ κυρίῳ ἔγραψεν ἐπιστολὴν ἐπὶ τοῦ κϛ ἔτους Τῦβι …πρ…αμμάτων κυρ…μ… κατα…αν, οὐδὲν δὲ ἧττον συμπέμψας τῇ ἐπιστολῇ καὶ ἀντίγραφα τῶν προσφωνήσεων …τε πάλιν ἐπὶ σὲ τὸν κύριον κατέφυγον, καὶ ἐνέτυχον διὰ βιβλιδίου …τῷ κϛ ἔτει …α…ν ἐξέτασιν ἤδη τοῦ πράγματος γεγενῆσθαι ὑπὸ τοῦ στρατηγοῦ καθὼς σὺ ἠθέλησας τῇ γενομένῃ ἐξετάσει γνοῦσά σε τῆς ἐπιστολῆς τῆς γραφείσης σοι ὑπὸ τῆς στρατηγίας ἀντίγραφον ……ν γράψαι τῷ τοῦ νομοῦ στρατηγῷ βέβαιά μοι μένειν τὰ ἐκ τῆς μητρῴας μ… …διὰ χρηματισμῶν δηλούμενα δίκαια, καὶ μηδὲν νεωτερίζεσθαι κατὰ τῶν τα…ματωβ… …καθὰ καὶ πάντες οἱ ἡγεμόνες ἐκέλευσαν. καὶ σὺ ὁ κύριος ἐντυχὼν καὶ αν…δ…κος …φ… τῆς ἐπιστολῆς τοῦ στρατηγοῦ καὶ τῆς τῶν βιβλιοφυλάκων προσφωνήσεως καὶ …γενομε ν…ξενων δεόμενον τῇ συνήθει σου δικαιοδοσίᾳ χρώμενος ὑπέγραψάς μοι τῷ βιβλιδίῳ οὕτως· οἷς ἔχεις δικαίοις χρῆσθαι δύνασαι ὁ δὲ στρατηγὸς τῆς λοιπῆς ἀξιώσεως σοῦ τὴν …πο… πρόνοιαν …προμαντευσάμενος ὅτι καὶ τῆς ἀπὸ τοῦ στρατηγοῦ βοηθείας δεόμεθα …με…ανην …ο τῶν δικαίων τυχεῖν καὶ μὴ ἀγνωμονεῖσθαι ὑπὸ τοῦ πατρός. ἐξ ὧν γὰρ ἐτόλμησεν …τα ταῦτα …αξ… διὰ τῆς αἱρέσεως τὸν ἄνδρα. ἐμοῦ γὰρ τὸ βιβλίδιον ἐπὶ τῇ σῇ ὑπογραφῇ παρενεγκούσης καὶ ἀναδούσης