Ancient Greek
237.6.20 to 237.6.40
Documentary Papyri, P.Oxy. 2 237.6.20-40
Not analysed yet
ἔτους κϛ, Παχών. ὁ μὲν ταὺτην τὴν ἐπιστολὴν ἔγραψεν, οὐδεμίαν μὲν οὔτε ὕβριν οὔτε ἄλλο ἀδίκημα εἰς αὐτὸν ἀπʼ ἐμοῦ ἐφʼ ᾧ μέμφεται δεῖξαι ἔχων, ἐπὶ φθόνῳ δὲ μόνον λοιδορούμενος ὡς δεινὰ πάσχων ἀπʼ ἐμοῦ, λέγων ὅτι δὴ ὦτα παρέχω ἄνοα αὐτῷ, καὶ τῆς ὑπολειπομένης ἐμοὶ κατοχῆς τῆς οὐσίας ἵνα μʼ αὐτὴν ἀποστερῆται, καὶ, τὸ καινότερον, βίαν πάσχειν ὑπὸ τοῦ ἀνδρός μου προφερόμενος τοῦ καὶ μετὰ τὴν πρὸς αὐτόν μου συνγραφὴν ἐν ᾗ εἶχεν τὸ δίκαιον καθαρόν μου προσενηνεγμένον συνχωρήσαντός μοι καὶ ἐπὶ τῆς μητρῴας οὐσίας συνευδοκῆσαι βουληθείσῃ αὐτῷ ὑποτιθεμένῳ τὴν οὐσίαν ταύτην πρὸς ὅλα τάλαντα η, ἀφʼ οὗ με ἀπαλλαττ…ειδη…τασινευκε τοῦ ἀνδρός με στερῆσαι ἐπιχειρῶν, ἐπεὶ μὴ δύναται τῆς οὐσίας, ἵνα μηδʼ ἀπʼ αὐτοῦ χορηγεῖσθαι …σενε… δύνωμαι γυνή, ἀπὸ τοῦ πατρὸς μήτε ἣν ὑπέσχετο προῖκα μήτε τι ἄλλο ὑπάρχον λαβοῦσα ἀλλὰ μηδὲ κατὰ καιρὸν τὰς χορηγηθείσας τροφὰς ἀπολαμβάνουσα. ὑπέταξεν δὲ καὶ τὰς αὐτὰς κρίσεις Σιμίλιδος καὶ ὑπὸ τοῦ ἀρχιδικαστοῦ τῷ Λογγαίῳ Ῥούφῳ γραφομένας ἑτέρας ὁμοίας, μηδὲ αἰδεσθεὶς ὅτι οὐδὲ ὁ Ῥοῦφος προσέσχεν αὐταῖς ἀνομοίαις οὔσαις εἰς παράδειγμα …ἑτέρων …αιων. ἀλλὰ σὺ ὁ κύριος τῇ θεογνώστῳ σου μνήμῃ καὶ τῇ ἀπλανήτῳ προαιρέσει ἀνενεγκὼν τὴν γραφεῖσάν σοι ὑπὸ τοῦ στρατηγοῦ ἐπιστολήν, καὶ ὅτι φθάνει τὸ πρᾶγμα ἀκριβῶς ἐξητασμένον, πρόφασις δέ ἐστιν ἐπιβουλῆς τὸ …πασθαι εἰ οὐκ ἐξὸν κατὰ συνγραφήν, ἀντέγραψας τῷ στρατηγῷ τάδε· Πομπώνιος Φαυστιανὸς Ἰσιδώρῳ στρατηγῷ Ὀξυρυγχείτου χαίρειν. τὰ γραφέντα μοι ὑπὸ Χαιρήμονος γυμνασιαρχήσαντος τῆς Ὀξυρυγχειτῶν πόλεως αἰτιωμένου Ὡρείωνα ἄνδρα θυγατρὸς αὐτοῦ ὡς βίαν ὑπʼ αὐτοῦ πάσχοντος ὑποταχθῆναι ἐκέλευσα, ὅπως φροντίσῃς ἀκόλουθα πρᾶξαι τοῖς περὶ τούτου πρότερον γραφεῖσι ὑπὸ Λογγαίου Ῥούφου τοῦ διασημοτάτου πρὸς τὸ μὴ περὶ τῶν αὐτῶν πάλιν αὐτὸν ἐντυγχάνειν. ἐρρῶσθαι εὔχομαι. ἔτους κϛ, Παχὼν λ. ταύτην τὴν ἐπιστολὴν παρενεγκόντος τοῦ Χαιρήμονος καὶ ἀναδόντος ἐπὶ τῆς γ τοῦ Ἐπεὶφ Ἁρποκρατίωνι βασιλικῷ γραμματεῖ διαδεχομένῳ καὶ τὰ κατὰ τὴν στρατηγίαν, παροῦσα αὐτὴ διὰ τοῦ ἀνδρός μου προσεκύνησα μὲν σοῦ τὰ γράμματα καὶ τοῖς γραφεῖσι ἐμμένειν ἠξίωσα, ἀπέδειξα δὲ ὅτι τὰ ἀκόλουθα ἤδη τοῖς ὑπὸ Ῥούφου πρότερον γραφεῖσι ἐπράχθη. ὁ μὲν γὰρ Χαιρήμων περὶ κατοχῆς ὡς οὐ δεόντως γενομένης αὐτῷ γεγράφει, ὁ δὲ Ῥοῦφος ἐξ ὧν ἀντέγραψεν αὐτῷ καὶ ἐξ ὧν ἐμοῦ ἐντυχούσης ὑπέγραψεν ἐξετασθῆναι ἠθέλησεν εἰ δεόντως ἡ κατοχὴ γέγονέν μοι καὶ τῷ στρατηγῷ περὶ τούτου ὑπέθετο. ὁ δὲ οὐκ ἠμέλησεν