Ancient Greek
P.Oxy. 2 245
Documentary Papyri, P.Oxy. 2 245
Not analysed yet
ξη Χαιρέαι στρατηγῶι παρὰ Ἡρακλείου τοῦ Ἀπίωνος καὶ Νάριδος τοῦ Κολλούθου πρεσβυτέρου. ἀπογραφόμεθα εἰς τὸ ἐνεστὸς ιβ ἔτος Τιβερίου Καίσαρος Σεβαστοῦ τὰ ὑπάρχοντα ἡμῖν πρόβατα ἑκάστῳ ἕξ ,πρόβατα ιβ, ἃ νεμήσεται σὺν τοῖς ἐπακολουθοῦσι ἀρνάσι περὶ Πέλα τῆς πρὸς λίβα τοπαρχίας καὶ διʼ ὅλου τοῦ νομοῦ ἐπιμεμιγμένα τοῖς Διονυσίου τοῦ Ἱππάλου διὰ νομέως τούτου υἱοῦ Στράτωνος νεωτέρου λαογραφουμένου εἰς τὴν αὐτὴν Πέλα· ὧν καὶ ταξόμεθα τὸ καθῆκον τέλος. εὐτύχει. Σαραπίων τοπάρχης σεσημείωμαι πρόβατα δέκα δύο, γίνεται ιβ. ἔτους ιβ Τιβερίου Καίσαρος Σεβαστοῦ, Μεχεὶρ ε.