Ancient Greek
P.Oxy. 2 250 [1] descr.
Documentary Papyri, P.Oxy. 2 250
Not analysed yet
……ἀπογράφομαι κατὰ τὰ ὑπὸ τοῦ κρατίστου ἡγεμόνος Λευκίου Ἰουλίου Οὐηστείνου προστεταγμένα χωρὶς ὧν προαπεγραψάμην ……παρὰ Ἀρσινόης τῆς Κο… …ου ἐν τῶι Παγγᾶ Ἰσιείωι ……υ τῶι γ ἔτει Νέρωνος Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος περὶ τὴν αὐτὴν κώμην ἐκ τῶν Νικάνορος καὶ Δριμάκου κλήρων λεγομένων Δωροθέου ἀρούρας …τέταρτον ἑνδέκατον, τὰ κατηντηκότα εἰς ἐμὲ ἐξ ὀνόματος τοῦ μετηλλαχότος πατρός μου Ἀμμωνίου τοῦ Σαραπίωνος ταῖς ἐπαγομέναις τοῦ αὐτοῦ γ ἔτους ἀφʼ ἧς ἔθετο ἰδιογράφου ὁμολογίας τῶι ιγ ἔτει θεοῦ Κλαυδίου καὶ διὰ τῆς πρὸς τὴν γυναῖκά μου Τααγρελλσὰ Ἀπελλᾶτος …συνοικεσίου συνγραφῆς γεγονυίας διὰ τοῦ ἐν Ὀξυρύγχων πόλει ἀγορανομίου τῶι …μηνὶ τοῦ ιδ ἔτους θεοῦ Κλαυδίου, ἐν μὲν Ὀξυρύγχων πόλει ἐν τῆι τῶν Λυκίων παρεμβολῇ οἰκίαν καὶ αὐλὴν καὶ ἕτερα χρηστήρια, καὶ περὶ τὸ ν… ἐκ τοῦ Νικάνορος καὶ Δριμάκου κλήρου …ὑπάρχοντος αὐτῶι ἐποικίου το… ἐκ τοῦ ἀπὸ βορρᾶ μέρους εἰς ὃ ἐνλογίζεται καὶ ὁ ἀπὸ βορρᾶ περιστερεὼν καὶ τὰ …γουχα πρότερον Ἀφύνχιος Α… ει δὲ ἐλαιῶνι κατα… δύο τετάρτου ο… ον καὶ τὰ τοῦ στο… ἀνηκοντ ……τος τοῦ Ἀμμωνίου ἀπʼ Ὀξυρύγχων πόλεως μητρὸς Κερωμ ἐτῶν ιζ.