Ancient Greek
P.Oxy. 2 252
Documentary Papyri, P.Oxy. 2 252
Not analysed yet
Θέωνι καὶ Εὐτυχείδῃ τοπογραμματεῦσι καὶ κωμογραμματεῦσι παρὰ Θοώνιος τοῦ Ἀμμωνίου. ὁ ἀδελφός μου Ἀμμώνιος Ἀμμωνίου γέρδιος ἀπογραφόμενος ἐπὶ τῷ ἔμπροσθεν ὑπάρχοντι αὐτῷ μέρει οἰκίας λαύρας Τευμενούθεως ἐωνημένος παρὰ Δεησότης γυναικὸς Μ… τοῦ Σαραπίωνος ἀκολούθως ταῖς εἰς αὐτὴν ἀσφαλείαις, ἀνεχώρησεν εἰς τὴν ξένην μηδενὸς ἑτέρου αὐτῷ πόρου ὑπάρχοντος. διὸ ἐπιδιδοὺς τὸ ὑπόμνημα ἀξιῶ ἀναγράφεσθαι τοῦτον ἐν τοῖς ἀνακεχωηρκόσι καὶ πόρον μὴ ἔχουσι ἀπὸ τοῦ ἐνεστῶτος ἕκτου ἔτους Τιβερίου Καίσαρος Σεβαστοῦ …οξ… ἔτους ϛ Τιβερίου Καίσαρος Σεβαστοῦ μ…