Ancient Greek
P.Oxy. 2 255
Documentary Papyri, P.Oxy. 2 255
Not analysed yet
Δωρίωνι στρατηγῶι καὶ Ἀπολλωνίῳ βασιλικῷ γραμματεῖ καὶ Διδύμωι καὶ Ἀπολλωνίωι τοπογραμματεῦσι καὶ κωμογραμματεῦσι παρὰ Θερμουθαρίου τῆς Θοώνιος μετὰ κυρίου Ἀπολλωνίου τοῦ Σωτάδου. εἴσιν οἱ καταγεινόμενοι ἐν τῇ ὑπαρχούσῃ μοι οἰκίᾳ λαύρας νότου …Θερμουθάριον ἀπελευθέρα τοῦ προγεγραμμένου Σωτάδου ὡς ἐτῶν ξε, μέση μελίχρως μακροπρόσωπος οὐλὴ γόνατι δεξιῶι, γίνονται γυναῖκες β . Θερμουθάριον ἡ προγεγραμμένη μετὰ κυρίου τοῦ αὐτοῦ Ἀπολλωνίου ὀμνύω Τιβέριον Κλαύδιον Καίσαρα Σεβαστὸν Γερμανικὸν Αὐτοκράτορα ἦ μὴν ἐξ ὑγιοῦς καὶ ἐπʼ ἀληθείας ἐπιδεδωκέναι τὴν προκειμένην ἀπογραφὴν τῶν παρʼ ἐμοὶ οἰκούντων, καὶ μηδένα ἕτερον οἰκεῖν παρʼ ἐμοὶ μήτε ἐπίξενον μήτε Ἀλεξανδρέα μηδὲ ἀπελεύθερον μήτε Ῥωμαῖον μηδὲ Αἰγύπτιον ἔξω τῶν προγεγραμμένων. εὐορκούσῃ μέν μοι εὖ εἴη, ἐπιορκούσῃ δὲ τὰ ἐναντία. ἔτους ἐνάτου Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος, Φαῶφι ….