Ancient Greek
P.Oxy. 2 277
Documentary Papyri, P.Oxy. 2 277
Not analysed yet
ἐμίσθωσεν Διονύσιος Ἀλεξάνδρου Μακεδὼν ἱππάρχης ἐπʼ ἀνδρῶν Ἀρτεμιδώρωι Ἀρτεμιδώρου Μακεδόνι ἱππάρχηι ἐπʼ ἀνδρῶν ἃς ἔχει περὶ Πᾶμιν ἐκ τοῦ Φίλωνος κλήρου ἀρούρας τριάκοντα ἓξ ἥμισυ τέταρτον ,ὥστε σπεῖραι εἰς τὸ δωδέκατον ἔτος πυρῶι, ἐφʼ ἡμισείᾳ πάντων τῶν ἐσομένων ἐκ τῆς γῆς καρπῶν καὶ γενημάτων, ἐφʼ ὧι ἡ μὲν παραγωγὴ ἔσται καὶ τὰ ἀλόητρα πρὸς τὸν Ἀρτεμίδωρον τὰ δὲ θέριστρα ἐκ τοῦ κοινοῦ δοθήσεται. ἐὰν δέ τι πραχθῇ ὁ Ἀρτεμίδωρος εἰς τὸ δημόσιον ἢ εἰς ἕτερόν τι ὑπὲρ Διονυσίου ἢ τῆς γῆς ὑπολογείτω αὐτου…κ…ν… ονκιωι ἥμισυ, βεβαιούτω δὲ Διονύσιος τὴν μίσθωσιν πάσηι βεβαιώσει, βεβαιουμένης δὲ αὐτῆς κομιζέτωσαν κοινῶς τὰ γενήματα ἐπὶ τὰς περὶ Πᾶμιν ὑπαρχούσας ἅλως καὶ ἀπὸ τῶν παρασταθέντων ἐχέτω ἕκαστος τὸ ἑαυτοῦ ἥμισυ. ἔτους ιβ Καίσαρος, Θὼθ θ. Ἀρτεμίδωρος μεμίσθωμαι τὴν γῆν ἐφʼ ἡμισείᾳ καθὼς πρόκειται. ἔτους ιβ Καίσαρος, Θὼθ θ.