Ancient Greek
P.Oxy. 2 285 Ro
Documentary Papyri, P.Oxy. 2 285
Not analysed yet
Τιβερίωι Κλαυδίῳ Πασίωνι στρατηγῷ παρὰ Σαραπίωνος τοῦ Θέωνος τῶν ἀπʼ Ὀξυρύγχων πόλεως γερδίων λαύρας δρόμου Γυμνασίου. Ἀπολλοφάνης γενόμενος πράκτωρ χειρωναξίου γερδίων τῷ α ἔτει Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος πολλῇ βίᾳ χρώμενος ἀφήρπασεν ὃν ἤμην ἐνδεδυμένος χιτῶνα λινοῦν ἄξιον δραχμῶν ὀκτώ ,καὶ διέσεισέν με ἄλλας δραχμὰς τέσσαρας ,καὶ ἀπὸ μηνὸς Νέου Σεβαστοῦ ἐνάτου ἔτους Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος ἕως Φαρμοῦθι, μηνῶν ἕξ ,κατὰ μῆνα δραχμὰς δύο ,αἳ συναγόμεναι δραχμαὶ κδ. διὸ ἀξιῶ διαλαβεῖν κατʼ αὐτοῦ ὡς ἐάν σοι φαίνηται. εὐτύχει. θεουκαιπιαπενεκαιαγυνι καπιουγενεπινκινκαπι σεουκαισοφωνεκαισο …ουκαισεραθευκαις ουκαιουνεσουκαισθευπιθος καισουκαισουσπουκαισθ