Ancient Greek
289.2.1 to 289.2.15
Documentary Papyri, P.Oxy. 2 289.2.1-15
Not analysed yet
ἔτους β Σερουίου Γάλβα Αὐτοκράτορος Καίσαρος Σεβαστοῦ, Φαῶφι ε, διαγεγράφηκεν διὰ Δωρίωνος καὶ Χαιρήμονος τραπεζιτῶν χωματικοῦ α ἔτους Λυκίων Παρεμβολῆς Θοῶνις Θοώνιος τοῦ Ὀννώφριος δραχμὰς ἓξ τετρώβολον, γίνονται ϛ τετρώβολον. ἔτους πρώτου Αὐτοκράτορος Μάρκου Ὄθωνος Καίσαρος Σεβαστοῦ, Φαμενὼθ κα διαγεγράφηκεν διὰ Δωρίωνος καὶ Χαιρήμονος τραπεζιτῶν λαογραφίας α ἔτους Λυκίων Παρεμβολῆς Θοῶνις Θοώνιος τοῦ Ὀννώφριος σύμπαντι δραχμὰς ὀκτώ, γίνονται η. μηνὸς Γερμανικείου ε λαογραφίας α ἔτους ὁ αὐτὸς σύμπαντι δραχμὰς τέσσαρας, γίνονται δ. ὑικῆς α ἔτους ὁ αὐτὸς δραχμὴν μίαν τετρώβολον ἡμιωβέλιον ,γίνονται ε ὀβολοὶ δ 𐅵. β ἔτους Αὐτοκράτορος Οὐεσπασιανοῦ Καίσαρος Σεβαστοῦ, μηνὸς Σεβαστοῦ ε, χωματικοῦ α ἔτους Λυκίων Παρεμβολῆς Θοῶνις Θοώνιος δραχμὰς ἓξ τετρώβολον, γίνονται ϛ τετρώβολον. …φ α ἔτους διὰ Διδύμου χε ὀβολόν, γίνεται ὀβολός. β ἔτους Φαμενὼθ γ λαογραφίας β ἔτους Θοῶνις Θοώνιος σύμπαντι δραχμὰς ὀκτώ, γίνονται η. Φαρμοῦθι κϛ λαογραφίας β ἔτους Θοῶνις Θοώνιος σύμπαντι δραχμὰς τέσσαρας, γίνονται δ. ὑικῆς β ἔτους ὁ αὐτὸς δραχμὴν μίαν τετρώβολον ἡμιωβέλιον, γίνονται α ὀβολοὶ δ 𐅵. μηνὸς Καισαρείου κη χωματικοῦ β ἔτους ὁ αὐτὸς δραχμὰς ἓξ τετρώβολον, γίνονται ϛ τετρώβολον. γ ἔτους Φαμενὼθ γ λαογραφίας γ ἔτους Λυκίων Παρεμβολῆς Θοῶνις Θοώνιος σύμπαντι δραχμὰς ὀκτώ, γίνονται η. μηνὸς Γερμανικείου ε λαογραφίας γ ἔτους ὁ αὐτὸς σύμπαντι δραχμὰς τέσσαρας, γίνονται δ. ὑικῆς γ ἔτους ὁ αὐτὸς δραχμὴν μίαν τετρώβολον ἡμιωβέλιον ,γίνονται α ὀβολοὶ δ 𐅵. μηνὸς Καισαρείου γ χωματικοῦ γ ἔτους Λυκίων Παρεμβολῆς Θοῶνις Θοώνιος δραχμὰς ἓξ τετρώβολον, γίνονται ϛ τετρώβολον. δ ἔτους Μεχεὶρ κθ διὰ τῆς Χαιρήμονος καὶ Ἀπολλωνίου τοῦ καὶ …τραπεζιτῶν λαογραφίας δ ἔτους Θοῶνις Θοώνιος σύμπαντι δραχμὰς ὀκτώ, γίνονται η. μηνὸς Γερμανικείου ε λαογραφιάς δ ἔτους ὁ αὐτὸς σύμπαντι δραχμὰς τέσσαρας, γίνονται δ. ὑικῆς δ ἔτους ὁ αὐτὸς δραχμὴν μίαν ὀβολοὺς δ 𐅵,γίνονται α ὀβολοὶ δ 𐅵. ε ἔτους Φαῶφι ε διὰ Χαιρήμονος καὶ υἱῶν Ἀπολλωνίου τοῦ καὶ …τραπεζιτῶν χωματικοῦ δ ἔτους Θοῶνις Θοώνιος δραχμὰς ἓξ τετρώβολον, γίνονται ϛ τετρώβολον. Φαρμοῦθι κζ Σεβαστῆι λαογραφίας ε ἔτους Θοῶνις Θοώνιος σύμπαντι δραχμὰς ὀκτώ, γίνονται η. Παῦνι β λαογραφίας ε ἔτους Θοῶνις Θοώνιος σύμπαντι δραχμὰς τέσσαρας, γίνονται δ. ὑικῆς ε ἔτους ὁ αὐτὸς δραχμὴν μίαν ὀβολοὺς δ 𐅵,γίνονται α ὀβολοὶ δ 𐅵.