Ancient Greek
P.Oxy. 2 299
Documentary Papyri, P.Oxy. 2 299
Not analysed yet
Ὧρος Ἀπίωνι τῷ τιμιωτάτωι χαίρειν. Λάμπωνι μυοθηρευτῇ ἔδωκα αὐτῷ διὰ σοῦ ἀρραβῶνα δραχμὰς η ἵνα μυοθηρεύσῃ ἐν Τόκα. καλῶς ποιήσεις πέμψεις μοι αὐτάς. καὶ Διονυσίῳ προστάτῃ Νεμερῶν κέχρηκα δραχμὰς η καὶ ταύτας οὐκ ἔπεμψε, ἵνα εἰδῇς. ἔρρωσο. Παῦνι κδ.