Ancient Greek
P.Oxy. 2 333 descr.
Documentary Papyri, P.Oxy. 2 333
Not analysed yet
Ζήνων τῷ ἀγορανόμωι χαίρειν. κατάγραψον ὠνὴν Ἀθηναΐδος τῆς καὶ Τεκώσιος τῆς …ος τοῦ Χαιρήμονος τῶν ἀπ’ Ὀξυρύγχων πόλεως τῆς ὑπαρχούσης τῷ διατιθεμένῳ ἐν τῇ αὐτῇ πόλει ἐπ’ ἀμφόδου Πλατείας …ης οἰκίας …ἧς ἐπρίατο παρὰ Ἥρωνος τοῦ Ἡλιοδώρου τοῦ Ἡρακλείου τῶν ἀπὸ τῆς αὐτῆς πόλεως, τιμῆς ἀργυρίου δραχμῶν ψ χαλκοῦ ταλάντων νβ Γ. ἔρρωσο. ἔτους η Αὐτοκράτορος Καίσαρος Δομιτιανοῦ Σεβαστοῦ Γερμανικοῦ μηνὸς Καισαρείου ἐπαγομένων α. Ζήνων χρημάτισον. διαγραφὴ τῇ α τῶν ἐπαγομένων ἐγκυκλίου χαλκοῦ πρὸς ἀργύριον τάλαντα ε Αφ.