Ancient Greek
P.Oxy. 2 344 descr.
Documentary Papyri, P.Oxy. 2 344
Not analysed yet
Πάνθηρ καὶ Ἑρμογένης οἱ προκεχειρισμένοι ὑπὸ Τιβερίου Κλαυδίου Θέωνος τοῦ ἀσχολουμένου τοὺς καταλοχισμοὺς τῆς Αἰγύπτου τοῖς ἀγορανόμοις χαίρειν. Πολλίας Ἐπιχαρίου μετὰ κυρίου …Σερουιλίου Φιλήμονος παρακεχωρημένης παρὰ Τεθεῦτος τῆς Πετοσίριος τοῦ Ἀρτέμωνος μητρὸς Θατρῆτος μετὰ κυρίου τοῦ ἑαυτῆς υἱοῦ Πετοσίριος τοῦ Παϋσιρίωνος τοῦ Παϋσιρίωνος ἀπὸ τῶν ὑπαρχουσῶν αὐτῇ περὶ Μουχιναξαπ τῆς αὐτῆς τοπαρχίας ἐκ τῶν Θεοδότου καὶ Δριμάκου κλήρων ἀρουρῶν δέκα οὐσῶν ἐπὶ σφραγίδων δύο, ἑκατέρας σφραγῖδος ἀρουρῶν πέντε, ἀπὸ μὲν τῶν ἐν τῇ ἀπὸ νότου σφραγῖδι ἀρουρῶν πέντε ἐκ τοῦ ἀπὸ βορρᾶ τούτων μέρους διατείνουσαν λίβα ἐπ’ ἀπηλιώτην ἐπὶ τὸ πέρας τῶν αὐτῶν πέντε ἀρουρῶν ἐωνημένης γῆς δώδεκα δραχμῶν εἰς τὴν τῶν κατοίκων σύνταξιν …