Ancient Greek
P.Oxy. 20 2271
Documentary Papyri, P.Oxy. 20 2271
Not analysed yet
Σεπτίμιος Εὐδαίμων γυμνασίαρχος καὶ Θῶνις ἐξηγητὴς ἀμφότεροι βουλευταὶ τῆς Ὀξυρύγχων πόλεως δημόσιοι τραπεζῖται Αὐρηλίοις Ἡρακλιανῷ καὶ Πασίωνι καὶ Σαβείνᾳ υἱοῖς Πασίωνος τοῦ καὶ Ἀπολλωνίου Ἀνα…ι… τοῦ καὶ Ζωίλου διὰ Πολυδεύκους πραγματευτοῦ χαίρειν. διεγράψατε ἡμῖν τῇ ἐνεστώσῃ ἡμέρᾳ εἰς ἀρίθμησιν μηνὸς Πα… τοῦ ἐνεστῶτος β ἔτους· ἔστι δὲ διοικήσεως φόρων ἄνω τοπαρχίας μερίδος Εὐδαίμονος δραχμαὶ ξ μερίδος Θερμουθίωνος δραχμαὶ ιβ λιβὸς τοπαρχίας δραχμαὶ …α ἀπηλιώτου τοπαρχίας δραχμαὶ …γίνονται ἐπὶ τὸ αὐτό τῆς διαγραφῆς …δραχμαὶ …