Ancient Greek
P.Oxy. 20 2274
Documentary Papyri, P.Oxy. 20 2274
Not analysed yet
χαίροις, κυρία Ἀτάριον, παρὰ Ἁτρῆτος φροντιστοῦ. γιγνώσκειν ὑμᾶς θέλω, ὅτι ἐκλάπη τὰ μοσχεύματα τὰ ἐν τῷ κτήματι τοῦ Σαιρήνου. κεκμήκαμεν ζητοῦντες τοὺς τόπους, οὓς ἐποπτάζομεν, σὺν τοῖς δημοσίοις καὶ οὐδεμίαν ἔνφασιν εὕραμεν. μετήγγικα τὸν οἶνον, ὡς εἴρηκας, πέμψον οὖν τοὺς ναύτας, μὴ παραδράμῃ. ἐρρῶσθαί σε εὔχομαι σὺν πᾶσιν.