Ancient Greek
P.Oxy. 22 2340
Documentary Papyri, P.Oxy. 22 2340
Not analysed yet
ἔτους λβ Λουκίου Αἰλίου Αὐρηλίου Κομμόδου Καίσαρος τοῦ κυρίου Φαμενὼθ ιζ ἐντυχόντος· Ἰσιδώρου Εὐδαίμων ῥήτωρ εἶπεν· Ἐπίμαχος Γαίου ὑποστράτηγος δέλτα γράμματος ἀνέδωκεν τὸν ἡμέτερον ἀνθʼ αὑτοῦ ἐργαστηριάρχην ὄντα λινούφων πολλοὺς ἐργαζομένους ἐν τῇ ἐργασίᾳ ἔχοντα. οἱ δὲ τοιοῦτοι ἀφείθησαν διὰ τὸ χρήσιμον εἶναι τῷ ταμιείῳ καὶ παρακαλῶ δὲ κελεῦσαί σε τῷ Ἐπιμάχῳ ἕτερον ἀνθʼ αὑτοῦ ἀναδοῦναι καὶ ἀναγνώσομαιὑπόμνημα Μακρίνου κεχρο- νισμένον εἰς τὸ κβ Φαρμοῦθι. Ἱππίας ῥήτωρ εἶπεν· ὄ Ἐπίμαχός φησιν μὴ εἶναι αὐτὸν λινόυφον ἀλλὰ μυροπώλην εὐσχήμονα ἄνθρωπον. Ἰουλιανὸς εἶπεν· κατὰ τὰ ἐφ’ ὁμοιων κριθέντα εἰ ἐστὶν ἐργαστηριάρχης λινόυφος τῷ αὐτῷ παραδείγματι χρήσασθαι δύναται καὶ αὐτὸς ἀνθ’ αὑτοῦ ἕτερον ἀναδοῦναι. περὶ τάξεως ἐμβολῆς ……μὲν οὖν ἀπαλ… ὁ στρατηγὸς εἶπεν· …ἐκάλεσεν τοὺς ο…ιανὸς εἶπεν· …γὰρ τῶν ο… αἰτίαν ἀφε- ……Καίσαρος τοῦ κυρίου