Ancient Greek
P.Oxy. 22 2345
Documentary Papyri, P.Oxy. 22 2345
Not analysed yet
…κατὰ τὰ κελευσθέντα περὶ ἐπικρίσεως τῶν προσβαινόντων εἰς τοὺς ἐκ τοῦ γυμνασίου ἤ εἰσιν τοῦ γένους τούτου ἐτάγη ἐπʼ ἀμφόδου …ὁ υἱὸς μου …μητρὸς ὢν πρὸς τὸ ἐνεστὸς γ ἔτος ἐτῶν ιδ οὐλὴν μὴ ἔχων μανθάνων γράμματα …ὅθεν παραγενόμενος πρὸς τὴν τούτου ἐπίκρισιν δηλῶ ……ς καὶ …ευ… ἐπικεκρίσθαι ἐπʼ ἀμφόδου Δρόμου Γυμνασίου ἀκολούθως αἷς ἐπήνεγκεν ἀποδείξεσι τὸν ἑαυτοῦ πατέρα ……ἐν ταῖς τοῦ γυμνασίου γραφαῖς ἐπʼ ἀμφόδου Μυροβαλάνου καὶ ἐμὲ δὲ προσβαίνοντα εἰς ιδ ἔτος τῷ ιδδ ἔτει θεοῦ Μάρκου ἐπικεκρίσθαι ἀφʼ ὧν προσέβην καὶ τετάχθαι …ἐπʼ ἀμφόδου ……τὸν τοῦ πατρὸς τῆς μητρὸς τοῦ υἱοῦ μου πρόπαππον Σαραπίωνα τὸν καὶ Παυσειρίωνα τετελευτηκέναι πρὸ τῆς τοῦ αὐτοῦ ε ἔτους Οὐεσπασιανοῦ ἐπικρίσεως …καὶ τὸν πρόπαππον αὐτῆς …τετάχθαι δαὶ τῆς τοῦ αὐτοῦ ε ἔτους θεοῦ Οὐεσπασιανοῦ ἐπικρίσεως ἐπʼ ἀμφόδου Ἡρῴου καὶ τὸν πάππον αὐτῆς Ἀπολλώνιον προσβαίνοντα ἐπικρίσει τῷ ζ ἔτει Οὐεσπασιανοῦ ἐπικεκριμένον ἐπʼ ἀμφόδου Νεμεσείου ……υ καὶ τὸν πατέρα αὐτῆς Ἀπολλώνιον ἐπικεκρίσθαι τῷ β ἔτει θεοῦ Αἰλίου Ἀντωνίνου ἐπʼ ἀμφόδου τοῦ αὐτοῦ· παρέσχον δὲ τῆς ἐπικρίσεως γνωστῆρας …παρασχὸν δὲ τῆ ζ …καὶ ὀμνύω τὴν Μάρκου Αὐρηλίου Σεουήρου Ἀλεξάνδρου Καίσαρος τοῦ κυρίου τύχην μὴ ἐψεῦσθαι ἀληθῆ εἶναι τὰ προγεγραμμένα καὶ εἶναι τὸν Αὐρήλιον Διόσκορον φύσει ἐμοῦ καὶ τῆς Ἀπ …υἱὸν ……ἢ ἔνοχος εἴην τῷ ὅρκῳ. ἔτους γ Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Σεουήρου Ἀλεξάνδρου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ Ἐπεὶφ α …