Ancient Greek
2407.r.1 to 2407.r.18
Documentary Papyri, P.Oxy. 24 2407.r.1-18
Not analysed yet
δραχμαὶ Απ Ἐπεὶφ β δραχμαὶ α… Ἐπεὶφ ιγ δραχμαὶ Ασζ Μεσορὴ …δραχμαὶ …σμ Μεσορὴ ε δραχμαὶ α… καὶ εἰσδέδωκα τὰ μετα… ἀπὸ τῶν κελευσθέντων ὑπὸ τοῦ διασημοτάτου ἡγεμόνος δοθῆναι ἀπὸ …ογο… μετὰ τὰ ἐξοδιασθέντα τάλαντα δ ἀπ…β…ωνος τὰ λοιπὰ τάλαντα ……ητ…υ… ταλαντ λθ δραχμαὶ Ετ, ὡς λοιπὸν τάλαντον α δραχμαὶ Ατμ ὁ σύλλογος ἐφώνησεν· εὐγενὲς σύνδικε, καλῶς ἐδιῴκησας· τῷ ἁγνῷ καὶ πιστῷ καὶ φιλοπόλει ἐμαρτυρήθη. Μενέλαος σύνδικος εἶπεν· ὁ μὲν λόγος οὗτος παρετέθη ὑμῖν, προτεθήσεται δὲ καὶ δημοσίᾳ καὶ καταχωρισθήσεται. ἔτι δὲ ὁ λόγος τῶν ν ταλάντων καὶ τῶν λ ἀνενεχθήσεται τῷ κυρίῳ μου διασημοτάτῳ ἡγεμόνι, καὶ δοκιμάσει αὐτοῦ τὸ μεγαλεῖον. ἄλλο. Μενέλαος σύνδικος εἶπεν· οὐδὲ ἑνὶ ἀγνοεῖται, οἵαν φροντίδα ἔχει ἡ συνδικία ,καὶ ὅπως ἅπασας τὰς κελεύσεις τὰς ἡγεμονικὰς καὶ τῶν ἄλλων …διετέλεσα διανύων, ἔτι μὴν καὶ αὐτὴν τὴν διοίκησιν τῆς πόλεως. διαμέμνησθε δὲ ἡνίκα διεῖλον τὸ λεύκωμα τῶν ἀρχόντων εἰς τὰς δύο φυλὰς καὶ ἀνηνέχθη τῷ κυρίῳ μου διασημοτάτῳ ἡγεμόνι, ἐφʼ ὅσον ψῆφος ἐγένετο τῆς νομῆς, ὅτι τοίνυν εὐχομένων ὑμῶν ἐπεγένοντο ταῖς δυσὶ φυλαῖς καὶ ἄλλοι ἐπαυξηθέντες, δώδεκα τὸν ἀριθμόν. ἀναγκαῖον ἡγησάμην, καὶ δὴ καὶ τότε διελάλησα ἐπὶ τῶν ὑπομνημάτων, τοῦ χρόνου πεπληρωμένου καταλέξαι τοὺς ἐπιγενομένους εἰς τὰς δύο φυλὰς ὑπὲρ τοῦ τὴν ἰσομοιρίαν ἔχειν καὶ μὴ τὸ δεύτερον ἐκτεῖσαι, ἀλλὰ ἀπὸ μιᾶς …σμιας. εἰσὶ δὲ οἱ προσγενόμενοι· καὶ ἑξῆς λέγοντος, ὁ σύλλογος ἐφώνησεν. εὐγενὲς σύνδικε, καλῶς ἐδιῴκησας· ὠκεαναὶ φιλοπόλει, ὠκεαναὶ ἰδιοποιέ, ἄξιε τοῦ ἡγεμόνος μιᾷ ἀπʼ αἰῶνος συνδικίᾳ· τοιούτους δεῖ γίγνεσθαι. Ἀπολλόδωρος ἄρξας εἶπεν· ἐπὶ τῶν ὑπομνημάτων ἀσφαλίζομαι, ὅτι ἐν τῷ ἀριθμῷ τῶν δώδεκα Εὐήμερος ἀδελφὸς διʼ ἐπιστάλματος τοῦ νῦν συνδίκου ἤδη ἐλειτούργησεν. . καὶ ἀντίγραφον ἀξιοῦμεν παραθέσθαι ἡμῖν. Σερῆνος γενόμενος ὑπομνηματογράφος εἶπεν· ἐπεὶ οὖν προκατελέγη οὗτος εἰς ταύτην, ἀξιοῦμεν καὶ ἡμεῖς Πόσιν Εὐαγγέλου εἰς τὴν ἄλλην φυλὴν καταλεγῆναι. οἱ ἀπὸ τῆς δευτέρας ἐφώνησαν. οὕτως. κόλλασον καὶ ἡμῖν Πόσιν Εὐαγγέλου τὸν φιλόπολιν, κόλλατον καὶ ἡμῖν Πόσιν Εὐαγγέλου. Σερῆνος γενόμενος ὑπομνηματογράφος εἶπεν· ἐπ…ποιων ὁ σύνδικος καὶ η ἐγενε… δαπανήσας τὸν ἐνιαυτὸν ἠθέλησεν σήμερον διελεῖν τοὺς ἄρχοντας τοὺς ἐπαυξηθέντας. ἐπειδὴ δὲ γ εἰς τὴν φυλὴν ταύτην κατελέγησαν, ἀναγκαῖόν ἐστιν καὶ τοὺς ἴσους γ κατατεθῆναι εἰς τὴν ἄλλην φυλήν. ὁ σύλλογος ἐφώνησεν· οὕτως οὕτως, εὐγενὲς σύνδικε. Σερῆνος γενόμενος