Ancient Greek
2407.v.37 to 2407.v.51
Documentary Papyri, P.Oxy. 24 2407.v.37-51
Not analysed yet
ἐχρῆν ἤδη τοὺς φθάσαντας συνεδρεύειν. ὁ σύλλογος ἐφώνησεν. οὕτως οὕτως, πάντες συνεδρευέτωσαν ἀπὸ τῆς λ, συνεδρευέτωσαν ἀπὸ λ τοῦ Φαῶφι μηνός· εἰ δὲ μή, ἐκτιθέσθωσαν Μενέλαος σύνδικος εἶπε· ποίους οὖν βούλεσθε συνεδρεύειν. ὁ σύλλογος ἐφώνησεν· τοὺς μελλοκουρῆτας καὶ τοὺς ἤδη φθάσαντας. Φιλόξενος ἄρξας εἶπεν· ἀναγκαῖον οὖν ἐστὶν ὑποβαλεῖν τοὺς ε…τας αὐτούς. Μενέλαος σύνδικος εἶπεν· ὑποβληθῆναι ……εχει ὁ εν…ω… Ἥρων Εὐημέρου εἶπε· κατὰ τί γὰρ ὅλοι οὐ συνήδρευσαν, ἢ τίνος κελεύσαντος μέχρι σήμερον οὐ συνήδρευσαν; καὶ τοῦτο οὐκ ἔσται οὐδενὶ συνχωρῆσαι ο… ἀλλʼ ἤδη ἐχρῆν αὐτοὺς συνεδρεύειν, καὶ εἰ μὴ συνήδρευσαν, ἐκτεθῆναι. Μενέλαος σύνδικος εἶπεν· ἁπαξαπλῶς οἱ ἐκ τοῦ λευκώματος ἀνενεχθέντες τῷ κυρίῳ μου ἡγεμόνι ὅλοι συνήδρευον, καὶ οἱ μὴ συνεδρεύσατες ἐξετέθησαν. Πακτουμήνιος Νεμεσιανὸς γενόμενος ὑπομνηματογράφος εἶπεν· οὐκ ἐχρῆν σήμερον τοῦτο γενέσθαι. Μενέλαος σύνδικος εἶπε· μὴ ταράττῃς τὸν σύλλογον. Νεμεσιανὸς εἶπε· μὴ σκανδαλίζῃς τὸν σύλλογον. Ἥρων Εὐημέρου εἶπε· πάντες συνεδρευέτωσαν. Πακτουμήνιος Νεμεσιανὸς γενόμενος ὑπομνηματογράφος εἶπε· διὰ τί γὰρ ἔκτοτε τοῦτο οὐκ ἐγένετο μέχρι τοῦ δεῦρο; βουλόμενος τούτους σκεπάζειν σήμερον μετὰ τὴν συνδικίαν τοῦτο ἐποίησας. Μενέλαος σύνδικος εἶπεν· ἁπαξαπλῶς οἱ αἱρεθέντες καὶ καταλεγέντας εἰς τὰς δύο φυλὰς συνήδρευσαν ὅσοι δὲ ἐλιποτάκτησαν οὗτοι ἐξετέθησαν· καὶ ἐὰν πιστευθῇς, ὅσους ἐὰν δυνηθῇς ἐπεξευρεῖν τῇ σεαυτοῦ πίστει, κατάλεξον· Πακτουμήνιος Νεμεσιανὸς γενόμενος ὑπομνηματογράφος εἶπεν· ἐὰν πιστευθῶ, οὐ παρὰ σοῦ αὐτὸ ἔχω. Μενέλαος σύνδικος εἶπεν· ὡς οὐδὲ ἐγὼ παρὰ σοῦ. ὁ γὰρ ἀξιολογώτατος σύλλογος οἶδεν ὅπως ἐδιῴκησα τὴν συνδικίαν. Ἥρων Εὐημέρου εἶπεν· ἠσφαλισάμην ὅτι …ω τῷ συλλόγῳ ἐν ᾧ ἐξετέθην οὐδὲν εἰσήχθη. Μενέλαος σύνδικος εἶπε· μὴ συνχύσῃς τὸν σύλλογον προφάσει εἴκοσι …σων …ων· εἰσένεγκον τὸ πρόστιμον. Ἥρων Εὐημέρου εἶπε· σὺ εἶ ὁ πάντα συνχέων. Μενέλαος σύνδικος εἶπεν· ἤδη ἀρχὴ συσκευῆς καὶ συνχύσεως ε…κ…η ἐπισ…ιν πεπαύμεθα ἤδη καὶ …εις. τὸ πρόστιμον εἰσένεγκον. Ἥρων Εὐημέρου εἶπεν· οὐδὲν ὀφείλω. Μενέλαος σύνδικος εἶπεν·