Ancient Greek
P.Oxy. 24 2410
Documentary Papyri, P.Oxy. 24 2410
Not analysed yet
……θα …τ…τιπ… …κα ὡς …και …ὅπως ἐὰν …πρὸς ……Ἁδριανοῦ ……θ… …καὶ …ἀπʼ Ὀξυρύγχων πόλεως. Ὡρείων τις …ς καταφρονῶν ἡμῶν τῆς ἀπραγμοσύνης, τὸ πρῶτον ὑδρεύματι τῆς κώμης ἀπὸ προγόνων …εξ…υομ… ἐκώλυσεν χρᾶσθαι. οὐ μόνον ἀλλὰ καὶ ἀλλαχόθεν εὐπορηθέντας ὑδρεύσεως μετέρχεται, βουλόμενος καὶ τούτου ἡμᾶς ἐκδιώκειν. καὶ ἀπὸ βασιλικῆς ἡμῶν γῆς πειράζει ἀρούρας β ἀποσπάσαι, καὶ ἰδωτικὴν ποιῆσαι. νομὰς τῶν ἐκ τῆς Νικανοριανῆς οὐσίας, πρότερον διʼ ἡμῶν οὔσας, ὑπερβαλὼν ξένοις μισθοῖ, τὰ ἡμῶν κτήνη βουλόμενος διαφθαρῆναι. οὐ μόνον ἐκ τῆς αὐτῆς οὐσίας μισθοῦται, ἀλλὰ καὶ ἑτέρας γᾶς βασιλικὰς ἐκμισθοῦται πλείονος αὐτὰ μισθῶν· ὁ δὲ τούτου υἱὸς ὢν πρεσβύτερος μέχρι τούτου οὐδεμίαν δαπάνην πεποίηται οὐδὲ μὴν εἰς λόγον ὑδροφυλακίας καὶ καλάμης μετὰ τῶν ἰδίων αὐτοῦ ἀποδίδωσι. ὅθεν τούτου ὑπερισχύοντος ἡμᾶς ἐν τῇ κώμῃ ἀξιοῦμεν βοηθηθῆναι ἵνʼ ἰσχύσωμεν ἐν τῇ ἰδίᾳ συμμένειν. διευτύχει. ἔτους δ Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ Φαμενὼθ κβ. Α …ὁ προγεγραμμένος ἐπιδέδωκα καθὼς πρόκειται. Ψενχῶνσις Ψενετουώτιος ἐπιδέδωκα καθὼς πρόκιται.