Ancient Greek
P.Oxy. 24 2419
Documentary Papyri, P.Oxy. 24 2419
Not analysed yet
…κατὰ τὴν σήμερον ἡμέραν ἥτις ἐστὶν τριακὰς τοῦ παρόντος μηνὸς Μεσορὴ τῆς …ἰνδικτίονος …ἐπὶ τῆς παρουσίας …ιου τοῦ εὐλαβεστάτου ἐκκλησιεκδίκου καὶ Σερήνου τοῦ εὐλαβεστάτου πρεσβυτέρου τῆς ἁγίας Θέκλας καὶ Πραοῦτος τοῦ θαυμασιωτάτου καὶ …τοῦ εὐλαβεστάτου πρεσβυτέρου καὶ οἰκονόμου τῆς αὐτῆς ἁγίας ἐκκλησίας ἄπα Ἱερακίωνος ἀκολουθοῦντος καὶ Μηνᾶ τοῦ δημοσίου ταβουλαρίου …ἠρωτήθη ὁ αὐτὸς Μηνᾶς, ἐπειδὴ σύμμαχος ἦν τῆς ἐκδικείας, διὰ τί φεύγεις; καὶ εἶπεν ὅτι· διὰ τὴν αἰτίαν Ἀναστασίου τοῦ πρωξίμου …ὅ τι οἶδες εἰπὲ μετὰ ἀληθείας. καὶ ὤμοσεν κατὰ τῆς δυνάμεως τοῦ αὐτοῦ ἁγίου τόπου, ὅτι· μὰ τὰ ἅγια μυστήρια, τὸ ἀληθὲς λέγω· …συνεγενόμην αὐτῷ ἀπερχομένῳ ἐν ἑσπεριναῖς ὥραις εἰς τὸ μοναστήριον Ἄμα Ἰουλιανῆς. καὶ ἐμοὶ μὲν ἔλεγεν …ου ταῦτα ποιοῦντος. ἦν δὲ βράδιον πάνυ ὅτε ἀπήρχετο, καὶ προέπεμπον αὐτὸν ἕως τῆς θύρας τοῦ μοναστηρίου …ἀνεωγμένον, καὶ εἰσήρχετο, καὶ ἐκλείετο ἡ θύρα ὑπὸ τῆς θυρουροῦ, καὶ ἐγὼ ἀνεχώρουν. ἔπεμψεν δὲ αὐτῷ …επενοικε…ω διὰ Ἄννης τῆς πλυντρίας πατελλίκιν ἀργύρεον κάτω εἰς τὴν θήκην αὐτοῦ, λέγουσα ὅτι· …ἀργυραιο…ως πατελλικι. κεκλασμέν… καὶ ἐκεῖνο ἀπεδόθη τῷ ἀργυροκόπῳ, καὶ ἐποίησεν κοχλιάρια …κ…οιγι…οικ…σ…την κ…