Ancient Greek
P.Oxy. 27 2479
Documentary Papyri, P.Oxy. 27 2479
Not analysed yet
τῷ ἐμῷ ἀγαθῷ εὐεργέτῃ καὶ δεσπότῃ δέησις καὶ ἱκεσία παρὰ Πιηοῦτος ὑμετέρου δούλου ἀπὸ ἐποικίου Κινέας. τὸ φιλόπτωχον καὶ φιλόχριστον τῆς ὑμετέρας πανευκλεοῦς δεσποτείας παρὰ πᾶσαν τὴν γῆν ἐξελθὸν πολλοὺς ταύτης προσφεύγειν αὐτῇ παρεσκεύασαν, οἵτινες προσερχόμενοι τοῦ δικαίου καὶ πάσης ἐλεημοσύνης τυγχάνουσι. ὅθεν κἀγὼ ὁ ἐλεεινὸς προσέρχομαι καταδακρύων καὶ διδάσκων κατὰ ἐμαυτὸν ὡς γεωργὸς ἐναπόγραφος τυγχάνω τῆς ὑμετέρας πανευκλεοῦς δεσποτείας καὶ ὡς πρὸ τριῶν τούτων ἐνιαυτῶν ἐτελεύτησαν τὰ ἐμὰ κτήνη καὶ ἀπέστην τῆς ἐμῆς γεωργίας, ὡς εἴρηται, πρὸ τριῶν ἐνιαυτῶν καὶ ἔμεινα ἐπὶ ξένης. καὶ ἐπὶ τὸν αὐτὸν τριέτη χρόνον παραμένων ἐπὶ ξένης ὅπως εὕρω …ἀποτροφὰς καὶ ἀποτραφῆναί με μετὰ τῶν ἐμῶν τέκνων …η…τοῦ κτήματος …παρακαλῶ καὶ ἱκετεύω τὴν ὑμετέραν πανευκλεῆ δεσποτείαν ἵνα προστάξῃ εἰσελθεῖν με ἐν τῷ κτήματι καὶ μὴ ἀπαιτηθῆναί με ὑπὲρ οὗ οὐκ ἔσπειρα ὅπως ἐφεξῆς δυνηθῶ ἐργάσασθαι ἐν τῷ αὐτῷ κτήματι καὶ ἀποθρέψαι τὰ ἐμὰ ἄθλια τέκνα. καὶ ἀναπέμψω τῷ δεσπότῃ Χριστῷ τὰς εὐχάς μου ὑπὲρ τῆς ζωῆς τῆς ὑμετέρας πανευκλεοῦς δεσποτείας. ἀδυνάτως γὰρ ἔχω, δέσποτα, συντελέσαι ὑπὲρ οὗ οὐ σπείρω. εἰσὶν γὰρ οἱ σπείροντες καὶ δυνάμενοι συντελέσαι. καὶ τοῦτο δὲ διδάσκω ὡς ὅτι ἐλθὼν ἐν τῷ κτήματι ὁ προνοητὴς διήρπαξεν πάντα τὰ εὐτελῆ μου πράγματα χάριν τῆς τοιαύτης αἰτίας. καὶ παρακαλῶ τοῦ ὑμετέρου ἐλέους τυχεῖν. μάρτυρα γὰρ ἐπικαλοῦμαι τὸν δεσπότην θεὸν ὡς ὅτι τὸ κλάσαι ἤτοι τὸ ξηρὸν ψωμίον οὐκ ἔχω φαγεῖν μετὰ τῶν ἐμῶν τέκνων προκειμένης ταύτης ἕνεκα τῆς εὐθενείας. καὶ τούτου χάριν κατέφυγα αὐτῇ ὅπως ἐναριθμηθῆναί με μετὰ πάντων τῶν εὐεργετηθέντων παρὰ αὐτῆς, πανευκλεέστατε εὐεργέτα, δέσποτα, κύριε.