Ancient Greek
P.Oxy. 3 488
Documentary Papyri, P.Oxy. 3 488
Not analysed yet
Ἰουλίῳ Ἰουλιανῷ τῷ κρατίστῳ ἐπιστρατήγῳ παρὰ Σενφίβιος Θορταίου μετὰ κυρίου τοῦ υἱοῦ Ψάιτος πρεσβυτέρου Λεμῶτος ἀπὸ κώμης Ἰβίωνος Νεμνᾶ τοῦ Ἀπολλωνοπολείτου κάτω τόπων. ἐώνημαι, κύριε, ἔτι πρὸ πολλοῦ χρόνου παρὰ Ἀπολλωνίου καὶ Διδύμου ἀμφοτέρων Ὠριγένους ἀπὸ Λύκων πόλεως σιτικὰς ἀρούρας πέντε τέταρτον ἐν κλήρῳ λεγομένῳ Διαγραφῆς ἐν πεδίοις Κρήκεως κώμης τοῦ Ἀνταιοπολείτου νομοῦ. Ἀρτεμίδωρος δέ τις γραμματεὺς κωμογραμματέως τῆς Κρίκεως οὐκ οἶδʼ ὅπως παρέγραψέν με πλέον τῆς ὑποστάσεώς μου ἐν ὅλῃ ἀρούρῃ μιᾷ καὶ πρὸς κατʼ ἔτος καὶ ἐκ τούτου οὐκ ὀλίγην βλάβην ὑποφέρει με. κατὰ τὸ ἀναγκαῖον οὖν τοῦ ἀνθρώπου ἐπικειμένου μοι κινδυνεύουσα ἐνκαταλεῖψαι τὴν ἰδίαν προσφεύγω σοὶ τῶι κυρίῳ καὶ πάντων βοηθῷ καὶ ἀξιῶ ἐάν σοι δόξῃ κελεῦσαι τῶι τοῦ νομοῦ στρατηγῶι τὴν δέουσαν παραγραφὴν ὧν ἔχω ἀρουρῶν καθʼ ἃς ἔχω ἀσφαλείας προνοῆσαι γείνεσθαι καὶ μὴ κακῶς με παραγράφεσθαι ὑπὸ τοῦ κωμογραμματέως, καὶ γὰρ καὶ πέρυσι πρὸς τούτοις ἕτερά με κακῶς παρέγραψεν, ἵνʼ ὦ βεβοηθημένη. …Σενφῖβις Θορταίου μετὰ κυρίου Ψάιτος πρεσβυτέρου Λαμῶτος ἐπιδέδωκα. εἰς χεῖρας Ἀνταιοπολίτου μέμφεται γραμματέα κωμογραμματέως περὶ κακῆς παραγραφῆς, ἀξιοῖ τὴν δέουσαν παραγραφὴν γενέσθαι. μηδενὸς ἐπεχομένου.