Ancient Greek
489.r.21 to 489.v.36
Documentary Papyri, P.Oxy. 3 489.r.21-489.v.36
Not analysed yet
ὑπὲρ αὐτοῦ μὴ εἰδότος γράμματα, ἐτῶν λζ οὐλὴ ποδὶ ἀριστερῷ. Πλουτίων Βήσιος Διογένους τοῦ Ἀπολλωνίου ἀπὸ τῆς αὐτῆς πόλεως μαρτυρῶ τῇ τοῦ Διονυσίου διαθήκῃ καὶ εἰμὶ ἐτῶν τεσσεράκοντα πέντε οὐλὴ γόνατι δεξιῷ καὶ ἔστιν μου ἡ σφραγὶς …χίων Λυκρίωνος τοῦ Ἑρμογένους ἀπὸ τῆς αὐτῆς πόλεως μαρτυρῶ τῇ τοῦ Διονυσίου διαθήκῃ καὶ εἰμὶ ἐτῶν …οὐλὴ …καὶ ἔστιν μου ἡ σφραγὶς. Ἑρμοῦ. Πέδων Καλλιστράτου τοῦ Ἀλεξάνδρου ἀπὸ τῆς αὐτῆς πόλεως μαρτυρῶ τῇ τοῦ Διονυσίου διαθήκῃ καὶ εἰμὶ ἐτῶν λϛ οὐλὴ γόνατι δεξιῷ καὶ ἔστιν μου ἡ σφραγὶς Ἡλίου Ἄμμωνος. Ἀμμώνιος Ἡρακλείδου τοῦ Πτολεμαίου ἀπὸ τῆς αὐτῆς πόλεως μαρτυρῶ τῇ τοῦ Διονυσίου διαθήκῃ καὶ εἰμὶ ἐτῶν εἴκοσι πέντε οὐλὴ ὀφρύι δεξιᾷ καὶ ἔστιν μου ἡ σφραγὶς Ἁρποχράτου. Πανεχώτης Διονυσίου τοῦ καὶ Ἀμοινομερίου ἀπὸ τῆς αὐτῆς πόλεως μαρτυρῶ τῇ τοῦ Διονυσίου διαθήκῃ καὶ εἰμὶ ἐτῶν τριάκοντα δύο οὐλὴ ἀγκῶνι ἀριστερῷ καὶ ἔστιν μου ἡ σφραγὶς …ου τοῦ Ἡρακλείδου μητρὸς Διονυσίας τῆς καὶ Σαμβοῦτος ἀπὸ τῆς αὐτῆς πόλεως μαρτυρῶ τῇ τοῦ Διονυσίου διαθήκῃ καὶ εἰμὶ ἐτῶν λε ἄσημος καὶ ἔστιν μου ἡ σφραγὶς Ἡρακλέους. …μνημονείου Ὀξυρύγχων πόλεως ἔτους κ Αὐτοκράτορος Καίσαρος Νέρουα Τραιανοῦ Ἀρίστου Σεβαστοῦ Γερμανικοῦ Δακικοῦ Παρθικοῦ ἐπαγομένων δ Σεβαστῇ. διαθήκη Διονυσίου Ἁρποκρατίωνος τοῦ Σαραπίωνος μητρὸς Ἐσορσόιτος ἀπʼ Ὀξυρύγχων πόλεως. ἔτους κ Αὐτοκράτορος Καίσαρος Νέρουα Τραιανοῦ Ἀρίστου Σεβαστοῦ Γερμανικοῦ Δακικοῦ Παρθικοῦ Καισαρείου ἐπαγομένων δ Σεβαστῇ διαθήκη Διονυσίου Ἁρποκρατίωνος τοῦ Σαραπίωνος μητρὸς Ἐσορσόιτος ἀπʼ Ὀξυρύγχων πόλεως.