Ancient Greek
496.1 to 496.10
Documentary Papyri, P.Oxy. 3 496.1-10
Not analysed yet
ἔτους ἑνδεκάτου Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ Φαρμοῦθι κδ, ἐν Ὀξυρύγχων πόλει τῆς Θηβαίδος, ἀγαθῇ τύχῃ, ἐπὶ Ἰουλίας Σεβαστῆς. ἐξέδοτο Σαραπίων Σαραπίωνος τοῦ Σαραπίωνος τοῦ Σαραπίωνος μητρὸς Θαίδος Σαραπίωνος ἀπὸ Ὀξυρύγχων πόλεως τὴν ἑαυτοῦ θυγατέρα Θαίδα μητρὸς …σ…μι… Σαραπίωνι Εὐδαίμονος τοῦ Θέωνος μητρὸς Ἡρᾶτος τῆς …μητρὸς Διδοῦτος, ἀπέχει δὲ ὁ γαμῶν παρὰ Σαραπίωνος τοῦ πατρὸς καὶ ἐκδότου …τιων ζεῦγος μναιαίων τριῶν καὶ τετάρτων δεκατεσσάρων ἡμίσους περονίδιον τετάρτων ὀκτὼἁπτώδιον τετάρτων ἓξ ἁλυσίδιον ἔχον χλωροὺς χ…τους λίθου τοῦ χρυσίου ἄγοντος τετάρτας …ἥμισυ ὡς εἶναι ἐπὶ τὸ αὐτὸ χρυσίου σταθμῷ Ὀξυρυγχειτικῷ μναιαῖα πέντε καὶ τετάρτας …καὶ ἱματίων συνθέσεις δύο ζώνας δύο σανδυκίνην ῥοδίνην …ατιον πάλλιον πάντα δὲ ἐν συντιμήσει ἀργυρίου δραχμῶν πεντακοσίων ἑξήκοντα καὶ ἀργυρίου δραχμὰς χιλίας ὀκτακοσίας ἑξήκοντα ὡς εἶναι ἐπὶ τὸ αὐτὸ τὴν ὅλην φερνὴν ἀργυρίου Σεβαστοῦ νομίσματος δραχμὰς τετρακισχιλίας ἑκατόν, καὶ ἡ τῆς γαμουμένης μάμμη Θαὶς Σαραπίωνος μητρὸς Ἡρακλούτος ἀπὸ τῆς αὐτῆς πόλεως μετὰ κυρίου τοῦ ἑαυτῆς μὲν ἑτέρου υἱοῦ τοῦ δὲ ἐκδότου γνησίου ἀδελφοῦ Σαραπίωνος Σαραπίωνος ὁμολογεῖ ἐν ἀγυιᾷ τῇ αὐτῇ ἐγδοῦναι τὴν Θαίδα καὶ δίδωσι τῇ αὐτῇ Θαίδι …Καλλιτύχης καὶ τῶν ἐσομένων ἐξ αὐτῆς ἐκγόνων τὴν δὲ δουλείαν καὶ ἀποφορὰς αὐτῆς συνέξει ὁ γαμῶν …μ…μων τῇ γαμουμένῃ ἐφʼ ὅσον σύνεισι ἀλλήλοις, οὐκ ἐξόντος τῷ γαμοῦντι …ετισθαι τὴν δούλην ἄνευ τῆς …υ οὐδέ τι προσφερόμενον …οἰκίαν καὶ αἴθριον καὶ αὐλὴν καὶ τὰ ταύτης χρηστήρια καὶ δοῦλα σώματα Σαραποῦν καὶ Νικαροῦν καὶ τὰ τῆς Νικαροῦτος ἔκγονα Σαραποῦν καὶ Κέρδωνα καὶ Ἐπίχαρμον καὶ τὰ ἐσόμενα ἐξ αὐτῶν ἢ ἄλλων ἔκγονα καὶ ἃ ἐὰν πρὸς τούτοις ἐπικτήσηται ἢ προσκ… πωλεῖν οὐδὲ ὑποτίθεσθαι οὐδὲ ἄλλως καταχρηματίζειν χωρὶς εὐδοκούσης τῆς γαμουμένης. συμβιούτωσαν οὖν ἀλλήλοις ἀμέμπτως οἱ γαμοῦντες καὶ χορηγείτω ὁ γαμῶν τῇ γαμουμένῃ τὰ δέοντα κατὰ δύναμιν, ἐὰν δέ τι διαφέρωνται πρὸς ἀλλήλους καὶ βούληται ἡ γαμουμένη ἀπαλλάσσεσθαι ἀπὸ τοῦ γαμοῦντος …ἐπειδὰν ἡ ἀπαλλαγὴ γένηται ἡ γαμουμένη μὲν ἀποσπάτω τὴν δούλην Καλλιτύχην καὶ τὰ ἐσόμενα ἐξ αὐτῆς ἔκγονα καὶ ἀποδότω ὁ γαμῶν τῷ ἐκδότῃ ἐὰν περιῆν, εἰ δὲ μή, τῇ γαμουμένῃ τὰς τῆς φερνῆς δραχμὰς τετρακισχιλίας ἑκατὸν ἐν ἡμέραις …ἀφʼ ἧς ἐὰν ἀπαιτηθῇ ἢ ἀποτεισάτω μεθʼ ἡμιολίας …ἕκαστα καὶ …ταδε…κιν γένηται. ἐὰν δὲ ἔνκυος οὖσα ἡ γαμουμένη ἀπαλλαγῇ δώσει αὐτῇ ὁ γαμῶν ἄλλας εἰς λόγον λοχείας δραχμὰς ἑξήκοντα . συνφερομένων δʼ αὐτῶν εἴη μὲν ὑγεία, ἐὰν δὲ …η τινα τῶν γαμούντων τελευτῆσαι …ἐχέτω ὁ γαμῶν