Ancient Greek
P.Oxy. 3 500
Documentary Papyri, P.Oxy. 3 500
Not analysed yet
ιγ Ἱέρακι στρατηγῷ Ἀθριβείτου παρὰ Ὥρου Ψενοβάσθιος καὶ Νεκφερῶτος Θαισοῦτος καὶ …ε …Πετ…ς καὶ τῶν λοιπῶν …ιπ…κεφα… …ου… πρότερον Ἰουδαίων ἀφῃρημένων καὶ Ἑλλήνων ἀκληρονομήτων περὶ Τετάφου δημοσίας γῆς ἀνὰ πυροῦ ἀρτάβας β ἀρούρας κ δ καὶ ὑπὲρ ἐπιθέματος τῶν ὅλων πυροῦ ἀρτάβας ε καὶ περὶ Ψεναρσιῆσιν τοῦ Θώστου ἀπηλιώτου δημοσίας γῆς ἀνὰ πυροῦ γ ἄρουραν α, ἃς καὶ μετρήσομεν ἐξ ἀλληλεγγύης εἰς τὸ δημόσιον ἐκ νέων γενημάτων τοῦ αὐτοῦ ιε ἔτους Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου. ἔτους ιε Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ Φαῶφι ε. Ὧρος Ψενομοιθᾶτος καὶ Νεκφερῶς Θαισοῦτος ἀπὸ κώμης Σινεκθοιεκὺ τοῦ Θώστου ἀπηλιώτου μεμισθώμεθα τὰς προκιμένας ἀρούρας εἴκοσι τέταρτον περὶ Τετάφου δημοσίας γῆς ἀνὰ πυροῦ ἀρτάβας δύο καὶ ὑπὲρ ἐπιθέματος τῶν ὅλων πυροῦ ἀρτάβας πέντε καὶ περὶ Ψεναρσιῆσιν δημοσίας ὁμοίως γῆς ἀνὰ πυροῦ ἀρτάβας τρεῖς ἄρουραν μίαν καὶ μετρήσομεν …ενως …