Ancient Greek
504.40 to 504.61
Documentary Papyri, P.Oxy. 3 504.40-61
Not analysed yet
ἀπελευθέρα Ἐπικράτους τοῦ καὶ Ἀπίωνος Ἐπικράτους καὶ θέσει θυγάτηρ αὐτοῦ καὶ τῆς γυναικὸς αὐτοῦ Θαήσιος τῆς καὶ Θαισοῦτος τέθειμαι τὴν ὁμολογίαν καὶ παρακεχώρηκα τῷ αὐτῷ Φλαυίῳ Ἀπίωνι τὰς ὑπαρχούσας μοι περὶ Ψῶβθιν ἀπηλιώτου τοπαρχίας ἐκ τοῦ Πτολεμαίου τοῦ Θεοδότου τοῦδ… Ἀρτέμωνος προσθέματος κατοικικῆς γῆς ἀρούρας ἓξ δίμοιρον καὶ ἀπέχω τὸ παραχωρητικὸν ἀργυρίου δραχμὰς χιλίας καὶ βεβαιώσω ἐπὶ τοῖς προκιμένοις πᾶσι. Ἄδραστος …ἐπιγέγραμμαι τῆς γυναικὸς μου κύριος καὶ ἔγραψα ὑπὲρ αὐτῆς μὴ εἰδυίας γράμματα. Θαισοῦς ἡ καὶ Θαῆσις Ἡρακλείδου τοῦ Ὀλύμπου συνευδοκῶ οὖσα τῆς Ἀφροδιτοῦτος τῆς καὶ Δημαροῦτος θέσει μήτηρ. Ἡρακλείδης Ἐπικράτους ὁ τοῦ Ἐπικράτους πατρὸς ἀδελφὸς ἐπιγέγραμμαι αὐτῆς κύριος καὶ ἔγραψα ὑπὲρ αὐτῆς μὴ εἰδυίας γράμματα. Ἀφροδειτοῦς ὡς ἐτῶν κα …ι ἄσημος Ἄδραστος ὡς ἐτῶν λβ …ι ἄσημος Ἀπίων ὡς ἐτῶν νε …ι ἄσημος Θαισοῦς ὡς ἐτῶν με …ι οὐλὴ παρὰ ὀφθαλμὸν ἀριστερόν Ἡρακλείδης ὡς ἐτῶν ξη …ι οὐλὴ παρὰ δ…