Ancient Greek
P.Oxy. 3 516
Documentary Papyri, P.Oxy. 3 516
Not analysed yet
Διονύσιος Φαύστου τοῦ καὶ Ἀμφείονος τῶν ἱερονικῶν καὶ ἐξηγητευκότων τῆς Ὀξυρυγχιτῶν πόλεως διὰ Ὡρίωνος γραμματέως σιτολόγοις μέσης τοπαρχίας Κερκευρώσεως τόπων χαίρειν. διαστείλατε ἃς ἔχετέ μου ἐν θέματι πυροῦ γενήματος τοῦ διελθόντος κγ ἔτους Ἀντωνείνου Καίσαρος τοῦ κυρίου Ἀπίωνι Ἀπίωνος ἀρτάβας εἴκοσι πέντε ἥμισυ χοίνικας ἐννέα, γίνονται ἀρτάβαι κε 𐅵χοίνικες θ. ἔτους κδ Ἀντωνείνου Καίσαρος τοῦ κυρίου Ἀθύρ κα. Ἀπίων Ἀπίωνος ἐπήνεγκα.