Ancient Greek
P.Oxy. 3 525
Documentary Papyri, P.Oxy. 3 525
Not analysed yet
ὁ παράπλους τοῦ Ἀνταιοπολίτου ὀχληρότατός ἐστιν καὶ καθʼ ἑκάστην ἡμέραν βαροῦμαι διʼ αὐτὸν καὶ λίαν τῷ πράγματι καταξύομαι. ἐὰν δέῃ τῷ ἀδελφῶι τῆς μητρὸς τῶν υἱῶν Ἀχιλλᾶ δοθῆναι σπονδάριον καλῶς ποιήσεις δοὺς λαβὼν παρὰ Σαραπίωνος ἐκ τοῦ ἐμοῦ λόγου. μέμνησο τοῦ νυκτελίου Ἴσιδος τοῦ ἐν τῶι Σαραπιείωι.