Ancient Greek
P.Oxy. 3 532
Documentary Papyri, P.Oxy. 3 532
Not analysed yet
Ἡρακλείδης Ἁτρῆτι τῶι φιλτάτῳ χαίρειν. ἔδει μέν σε χωρὶς τοῦ με γεγραφέναι σοι διὰ Σαήτου ἀναπέμψαι τὰς δραχμὰς κ, εἰδὼς ὅτι αὐτόθι μετεβαλόμην τοῖς κοινωνοῖς μου αὐτάς, ἀλλὰ ἀνέμεινας τὸν τοσοῦτον χρόνον μὴ ἀποδούς. ἀναγκαίως οὖν τῷ ἀναδιδοῦντι σοι τὸ ἐπιστόλιον τοῦτο εὐθέως ἀπόδος ὅπως καὶ ἐμὲ ἄσκυλτον ποιήσῃς. ὅρα οὖν μὴ ἄλλως πράξῃς καὶ ποιήσῃς με πρὸς σὲ ἐλθεῖν συνζητήσοντά σοι. καὶ γὰρ ἐν Παώμει τότε σε εὗρον καὶ βουλόμενόν σε φιλανθρωπῆσαι οὐκ ἀνέμεινας ὑπὸ κακοῦ συνειδότος κατεχόμενος.