Ancient Greek
P.Oxy. 31 2561
Documentary Papyri, P.Oxy. 31 2561
Not analysed yet
κυρίῳ ἀδελφῷ Ἡρκουλανῷ Ἱέραξ εὖ πράττειν. τὰ μὲν γράμματά σου κομισάμενος, κύριέ μου ἀδελφέ, πανήγυριν ἤγαγον. ὡς δὲ καὶ τῷ κυρίῳ μου ἀδελφῷ Ἡλιοδώρῳ τῷ πραιποσίτῳ διὰ δημοσίας ἐπιστολῆς φανερὸν πεποίηκα, χρη…α διὰ τὴν θείαν τύχην τῶν δεσποτῶν ἡμῶν τῶν Σεβαστῶν καὶ τῶν Καισάρων· κελεύσεως δὲ οὔσης τοῦ κυρίου μου τοῦ διασημοτάτου καθολικοῦ πέμπειν τοὺς πραιποσίτους πρός με τὰς πετιτίονας καὶ ὑπʼ ἐμοῦ πρὸς τὴν τάξιν τὴν καθολικήν, ἵνα αἱ δηληγατίονες ὑπὸ τοῦ κυρίου μου τοῦ διασημοτάτου καθολικοῦ ἐκπεμφθ…ατα… στρατη… προστάξαι …εν…ε επιο…ν… μίαν τοῦ δωνατίου γενεθλίου τοῦ δεσπότου ἡμῶν Μαξιμιανοῦ τοῦ Καίσαρος, ἄλλην δὲ στιπενδίου καλανδῶν Σεπτεμβρίων, καὶ τὴν τρίτην σαλγάμου. αἱ μὲν πετιτίονες ἐπὶ τὸν κύριόν μου τὸν διασημότατον καθολικὸν ἀνηνέχθησαν. ἐπειδὰν δὲ αἱ δηληγατίονες ἀπαντῶσιν, εὐθέως ὑπʼ ἐμοῦ διὰ ταχυδρόμου ἐπισταλήσονται. θεοί σε σῴζοιεν μετὰ τῶν φιλτάτων διὰ παντός. …ἀδελφῷ Ἡρκουλανῷ. …