Ancient Greek
P.Oxy. 31 2566
Documentary Papyri, P.Oxy. 31 2566coli
Not analysed yet
Αὐρηλίῳ …στρατηγῷ Ὀξυρυγχίτου παρὰ Αὐρηλίας Ἀπολλωναρίου Ζωίλου γυμνασιαρχήσαντος τῆς Ὀξυρυγχιτῶν πόλεως μητρὸς …χωρὶς κυρίου χρηματιζούσης κατὰ τὰ Ῥωμαίων ἔθη τέκνων δικαίῳ διὰ Αὐρηλίου Ὡρίωνος γραμματέως. ἐξ ἐπιστολῆς Παπειρίου Σαβείνου τοῦ κρατίστου σήμερόν σοι ἐνταῦθα ἀναδοθείσης μαθοῦσα τὰ ὑπάρχοντα Κλαυδίας Ἰσιδώρας τῆς καὶ Ἀπίας παρὰ τῷ ταμείῳ γεγονέναι ἀπογράφομαι δηλοῦσα ἐμαυτὴν …ὀφείλειν τῷ τῆς Ἰσιδώρας λόγῳ κατὰ χειρόγραφον ἐπὶ τοῦ ἐνεστῶτος ἔτους Φαμενὼθ …πυροῦ ἀρτάβας χ μέτρῳ γνώμονος τῆς οὐσίας ἃς ἔσχ…ν ἐπὶ τῷ ἀποδοῦναι τὰς ἴσας χ ἀπὸ καρπῶν τοῦ αὐτοῦ ἐνεστῶτος ἔτους τῷ Ἐπεὶφ μηνί. καὶ ἀξιῶ ταύτην μου τὴν ἀπογραφὴν φανερὰν γενέσθαι οἷς προσήκει. ἔτους δ Παῦναι ιθ Αὐρηλία Ἀπολλωνάριον Ζωΐλου διʼ ἐμοῦ Αὐρηλίου Ὡρίωνος γραμματέως.