Ancient Greek
P.Oxy. 31 2567
Documentary Papyri, P.Oxy. 31 2567
Not analysed yet
Αὐρηλίοις Ἀρουντίῳ Ἡρακλειανῷ καὶ Ἱέρακι τῷ καὶ Δημητρίῳ καὶ Θέωνι μισθωταῖς μονοπωλίου ἀσχολήματος στυπτηρίας παρὰ Αὐρηλίου Νεοπτολέμου Διοσκόρου ἀπʼ Ὀξυρύγχων πόλεως φαρμακοπώλου. κατὰ τὰ κελευσθέντα ὑπὸ Αἰλίου Σαβείνου τοῦ κρατίστου ἐπιτρόπου Ἑρμοῦ ἀπογράφομαι ἐνπροθέσμως ἃ παρέλαβα παρὰ τῶν προγενομένων μισθωτῶν τοῦ ἀσχολήματος τὰ ὑπογεγραμμένα εἴδη. στυπτηρίας μὲν Ψωβτιακῆς ὁλκῆς τάλαντα β 𐅵σχιστῆς δὲ ὁλκῆς μνᾶς λ μελαντηρίας τάλαντα ιβ μίλτου τάλαντα ζ μισυδίων ἄρτους υν …πορφυρου τάλαντα ε ὤχρας ὀασιτικῆς τάλαντα γ ἁλυκῆς τάλαντα ε …ληρας τάλαντα ε …λίσματος μέτρα β ὧν πάντων τὴν τιμὴν πλήρη μετεβαλόμην κατὰ τὸ ἔθος ἀκολούθως οἷς ἔχω συμβόλοις ἔτους γ αὐτοκρατόρων καισάρων Γαίου Οὐιβίου Τρεβωνιανοῦ Γάλλου καὶ Γαίου Οὐιβίου Ἀφινίου Γάλλου Οὐελδουμιανοῦ Οὐολουσιανοῦ εὐσεβῶν εὐτυχῶν σεβαστῶν Παχὼν κγ. Αὐρήλιος Ἀμμώνιος πραγματευτὴς Ὀξυρυγχείτου ἔσχον τούτου τὸ ἴσον.