Ancient Greek
P.Oxy. 31 2585
Documentary Papyri, P.Oxy. 31 2585
Not analysed yet
ὑπατείας τῶν δεσποτῶν ἡμῶν Κωνσταντίνου καὶ Λικιννίου σεβαστῶν τὸ δ Αὐρηλίῳ Διοσκουρίδῃ τῷ καὶ Ἰουλιανῷ γυμνασιαρχοῦντι πρυτανεύσαντι βουλευτῇ τῆς λαμπρᾶς καὶ λαμπροτάτης Ὀξυρυγχειτῶν πόλεως παρὰ Αὐρηλίου Λεονίδου Θέωνος ἀπὸ τῆς αὐτῆς πόλεως. ἑκουσίως ἐπιδέχομαι μισθώσασθαι πρὸς μόνον τὸ ἐνεστὸς ι καὶ η ἔτος ἀπὸ τῶν ὑπαρχόντων ἐν περιχώματι Πέκτυ ἐδάφους Καράβου λεγομένου ἀπὸ νοτίνων ἀρουρῶν δέκα ἐν τοῖς ἀπὸ λιβὸς ἐπὶ νότον μέρεσιν τὰς ἀπὸ ἀναπαύσεως ἀρούρας δύο ἥμισυ ἐκ γεωμετρίας ἢ ὅσαι ἂν ὧσι εἰς σπορὰν λινοκαλάμης φόρου ἑκάστης ἀρούρης ἀνὰ ἀργυρίου ταλάντων τεσσάρων ἀκίνδυνα πάντα παντὸς κινδύνου τῶν τῆς γῆς δημοσίων ὄντων πρὸς σὲ τὸν γεοῦχον κυριεύοντα τῶν καρπῶν ἕως τὰ ὀφειλόμενα ἀπολάβῃς. βεβαιουμένης δέ μοι τῆς ἐπιδοχῆς ἐπάναγκες ἀποδώσω τὸν ἀργυρικὸν φόρον Παῦνι καὶ Ἐφὶπ μησὶν τοῦ αὐτοῦ ἔτους ἀνυπερθέτως γινομένης σοι τῆς πράξεως παρά τε ἐμοῦ ὡς καθήκει. κυρία ἡ ἐπιδοχὴ καὶ ἐπερωτηθεὶς ὡμολόγησα. ἔτους ι καὶ η τῶν αὐτῶν κυρίων ἡμῶν Κωνσταντίνου καὶ Λικιννίου σεβαστῶν Ἁθὺρ …Αὐρήλιος Διοσκουρίδης ὁ καὶ Ἰουλιανὸς διʼ ἐμοῦ Μωριανοῦ βοηθοῦ ἔσχον τούτου τὸ ἴσον.