Ancient Greek
P.Oxy. 31 2595
Documentary Papyri, P.Oxy. 31 2595
Not analysed yet
Ὡριγένης Σερήνωι τῷ ἀδελφῶι χαίρειν. γινώσκειν σε θέλω ὅτι τὸ προσκύνημά σου ποιῶ καθʼ ἑκάστην ἡμέραν παρὰ τοῖς ἐνθάδε θεοῖς. καλῶς ποιήσεις ἐλθὼν πρὸς ἡμᾶς πρὸς ὀλίγας ἡμέρας. καὶ γὰρ πολλοὶ Ὀξυρυγχῖται ἔνουσι ἐνθάδε. μέμφομαι δέ σε ὅτι οὔπω μοι ἀντέγραψας. ἀσπάζου τὸν ἐπιστάτην καὶ Σαραπάμμωνα τὸν ἀδελφὸν καὶ τὴν διδάσκαλον καὶ τοὺς ἐν οἴκῳ πάντας. ἐρρῶσθαί σε εὔχομαι, ἄδελφε. ἀπόδος Σερήνῳ ἀργυροκόπῳ