Ancient Greek
P.Oxy. 31 2602
Documentary Papyri, P.Oxy. 31 2602
Not analysed yet
κυρίῳ μου ἀδελφῷ Ἡρακλείῳ Ἄγαθος χαίρειν. ἀξιωθείς, κύριέ μου ἄδελφε, συνβαλέσθαι τῇ ἀδελφῇ ἡμῶν Θεοδώρᾳ εἴ τι ἐάν σοι ἀξίωσε. οἶδας γὰρ καὶ σὺ αὐτός, κύριε ἄδελφε, ὅτι γυνή τοῦ ἀδελφοῦ ἡμῶν ἐστιν. συνβαλοῦ οὖν αὐτῇ εἴ τι ἐάν σοι ἀξίωσε. οἶδα γάρ σου τὸ σπουδαῖον. μᾶλλον ὑπαρχθήτω αὐτῇ τὰ τῆς ἀγαθῆς σου προαιρέσεως. προσαγορεύω ἀπʼ ἐμοῦ τοὺς κυρίους μου υἱοὺς καὶ τὴν κυρίαν αὐτῶν μητέραν. ἐρρῶσθαί σε εὔχομαι πολλοῖς χρόνοις, κύριέ μου ἄδελφε. κυρίῳ μου ἀδελφῷ Ἡρακλείῳ Ἄγαθος