Ancient Greek
P.Oxy. 33 2664
Documentary Papyri, P.Oxy. 33 2664
Not analysed yet
ἐξ αὐθεντίας Κλαυδίου Μαρκέλλου τοῦ διασημοτάτου καθολικοῦ καὶ Μαρκίου Σαλουταρίου τοῦ κρατίστου ἐπιτρόπου τῶν Σεβαστῶν· ἡ θεία πρόνοια τῶν κυρίων ἡμῶν Σεβαστῶν τοὺς ἑαυτῶν Αἰγυπτίους ἅπαντας ταῖς ἀμέτροις λειτουργίαις καταπονηθέντας ἐπεκούφισεν· ποίας οὖν λειτουργίας περιαιρεθῆναι ἔταξεν ποίας τε μένειν καὶ ὅπως ἐπεκρίναμεν ὑποτέτακται, ἐξ ὧν ἅπασιν πρόδηλον ἔσται τοὺς πρὶν μάτην καὶ εἰκόνας ὡς εἰπεῖν τῶν τοιούτων ὑπηρεσιῶν παρασχομένους τὸ δὲ ἀληθὲς ἐπισεισμοῖς ἐκδοθέντας νῦν γοῦν ἀνεμποδίστως ἀποδεδόσθαι τῇ ἑαυτῶν γεωργίᾳ. πρόθες. Ῥωμαικά. Ὀξυρυγχείτου. εἰσὶν αἱ μένουσαι λειτουργίαι. βασιλικοὶ τραπεζῖται ἀπὸ βουλῆς ἀντὶ ε β βιβλιοφύλακες δημοσίων λόγων ἀντὶ ε β καὶ ἐξ ἰδιωτῶν ἑκάστῃ βιβλιοθήκῃ ἀνὰ α οἳ ἴσα τῶν ἐξ ἀρχόντων πάντα πράξουσι φύλαρχος ἐξ ἰδιωτῶν α