Ancient Greek
P.Oxy. 33 2666
Documentary Papyri, P.Oxy. 33 2666
Not analysed yet
Οὐαλέριος Ἥρων ὁ καὶ Σαραπίων λογιστὴς Ὀξυρυγχίτου Αὐρηλίῳ Σεύθῃ τῷ καὶ Ὡρίωνι λογιστεύσαντι τῆς αὐτῆς πόλεως τῷ φιλτάτῳ χαίρειν ὁ κύριός μου διασημότατος ἔπαρχος τῆς Αἰγύπτου Αἴλιος Ὑγεῖνος προς ατη…ηνεγκα περὶ τῶν ὀφειλομένων τῷ δημοσίῳ τῆς πόλεως λόγῳ χρημάτων ὑπὸ Ἀχιλλέως καὶ Βάσσου καὶ Ἀρσινόης ἀδελφῆς αὐτῶν καὶ τῶν ἐπακολουθούντων προσέργων τὴν συμβᾶσαν αὐτοῖς τύχην ὑφηγησάμενος πρὸσέταξεν τοὺς ἐκδανείσαντας ἰδίῳ τιμήματι οὓς ἂν εἰς τὸν λόγον τοῦτον ὑπευθύνους καταλάβοιμι μετιέναι τῆς ἀποδόσεως ἕνεκεν ὑπὲρ τοῦ μηδὲν παραπόλλυσθαι τῇ πόλει. ἵνʼ οὖν εἰδείης καὶ τοῖς προστεταγμένοις ἁρμόσῃ ἐπιστέλλω σοι φίλτατε· συνεζευγμένων τῶν ὑπὸ τοῦ μεγαλείου …ων· ἐρρῶσθαί σε εὔχομαι ἀντίγραφον Αἴλιος Ὑγεῖνος λογιστῇ Ὀξυρυγχίτου χαίρειν οὐκ ἀφοσιώσει γραμμάτων παρορᾶσθαι χρὴ τὸ τῇ πόλει σύμφερον οὐδʼ, εἰ συμβέβηκεν, ὡς ἐπιστέλλεις, τοὺς δανεισαμένους τὰ χρήματα τὰ πολιτικὰ χώραν πεποιηκέναι τῷ ἱερωτάτῳ ταμείῳ, ἐξαρκεῖ τοῦτο πρὸς ἀσφάλειαν τὴν σήν, δήλου καθεστῶτος τὸν λογιστὴν τὸν ἐκδανείσαντα ἢ τοὺς ἄρχοντας ὑπευθυνους εἶναι τῇ ἀποδόσει τῶν χρημάτων οἵτινες τῷ ἰδίῳ δηλαδὴ τιμήματι τὸν ἐκδανεισμὸν τῶν χρημάτων ποιησάμενοι τὸ μέλλον προορᾶσθαι ὤφειλον. διόπερ ἀκολουθῶν τῷ δοθέντι τύπῳ πάντας οὓς ἂν εἰς τὸν λόγον τοῦτον ὑπευθύνους καταλάβοις μετιέναι φρόντισον, εἰ δέ τινες βούλοιντο ἀντιλογίᾳ χρήσασθαι πρὸς τὴν τάξιν ἀποσταλήτωσαν. ἐρρῶσθαί σε εὔχομαι