Ancient Greek
P.Oxy. 33 2673
Documentary Papyri, P.Oxy. 33 2673
Not analysed yet
ἐπὶ ὑπάτων τῶν κυρίων ἡμῶν αὐτοκρατόρων Διοκλητιανοῦ τὸ ἔνατον καὶ Μαξιμιανοῦ τὸ η Σεβαστῶν Αὐρηλίοις Νείλῳ τῷ καὶ Ἀμμωνίῳ γυμ… βουλευτῇ ἐνάρχῳ πρυτάνει καὶ Σαρμάτῃ καὶ Ματρίνῳ ἀμφοτέροις γυμ βουλευταῖς συνδίκοις τοῖς πᾶσι τῆς λαμπρᾶς καὶ λαμπροτάτης Ὀξυρυγχιτῶν πόλεως Αὐρήλιος Ἀμμώνιος Κοπρέως ἀναγνωστὴς τῆς ποτε ἐκκλησίας κώμης Χύσεως ἐπιθεμένων ὑμῶν ἐμοὶ ἀκολούθως τοῖς γραφεῖσι ὑπὸ Αὐρηλίου Ἀθανασίου ἐπιτρόπου πριουάτης ὡς ἐκ κελεύσεως τοῦ διασημοτάτου μαγίστρου τῆς πριουάτης Νερατίου Ἀπολλωνίδου περὶ τοῦ παραστῆσαι ἅπαντα τὰ εἴδη τὰ ἐν τῇ αὐτῇ ποτε ἐκκλησίᾳ καὶ ἐμοῦ προενεγκαμένου μὴ ἔχειν τὴν αὐτὴν ἐκκλησίαν μήτε χρυσὸν μήτε ἄσημον μήτε ἀργύριον μήτε ἐσθῆτα μήτε τετράποδα μήτε ἀνδράποδα μήτε οἰκόπεδα μήτε ὑπάρχοντα μήτε ἀπὸ χαρισμάτων μηδʼ αὖ ἀπὸ διαθηκῶν εἰ μὴ μόνην τὴν εὑρεθεῖσαν χαλκῆν πύλην καὶ παραδοθεῖσαν τῷ λογιστῇ πρὸς τὸ κατενεγχθῆναι ἐπὶ τὴν λαμπροτάτην Ἀλεξάνδριαν ἀκολούθως τοῖς γραφεῖσι ὑπὸ τοῦ διασημοτάτου ἡμῶν ἡγεμόνος Κλωδίου Κουλκιανοῦ καὶ ὀμνύω τὴν τῶν κυρίων ἡμῶν αὐτοκρατόρων Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ Σεβαστῶν καὶ Κωνσταντίου καὶ Μαξιμιανοῦ τῶν ἐπιφανεστάτων καισάρων τύχην ταῦθʼ οὕτως ἔχειν καὶ μηδὲν διεψεῦσθαι ἢ ἔνοχος εἴην τῷ θείῳ ὅρκῳ ἔτους κ καὶ ιβ τῶν κυρίων ἡμῶν Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ Σεβαστῶν καὶ Κωνσταντίου καὶ Μαξιμιανοῦ τῶν ἐπιφανεστάτων καισάρων. Μεχεὶρ ι. …Αὐρήλιος Ἀμμώνιος ὤμοσα τὸν ὅρκον ὡς πρόκειται· Αὐρήλιος Σερῆνος ἔγραψα ὑπὲρ αὐτοῦ μὴ εἰδότος γράμματα