Ancient Greek
P.Oxy. 34 2704
Documentary Papyri, P.Oxy. 34 2704
Not analysed yet
Τίτιος Ὁνωρᾶτος ὁ διασημότατος ἔπαρχος Αἰγύπτου λέγει· τῆς γεωργίας καὶ τῶν ἐπʼ αὐτῇ πόνων οὐδὲν πλέον ὅσον, εἰ μὴ οἱ εἰωθότες λυμαίνεσθαι τοῖς καρποῖς φυλάξαιντο τοῦτο ποιεῖν· μανθάνω γοῦν τὴν μὲν ὥραν τοῦ ἔτους πλείστους ὅσους καρποὺς παρεσχηκέναι, τοὺς δὲ αὐτοὺς ποιμένας αὐτοῖς λυμαίνεσθαι· διόπερ διαγορεύω φυλάξασθαι τοῖς καρποῖς ἐπαφεῖναι τὰ ζῷα· κατὰ τοῦ ἀπειθοῦντος ταῦτα ἐνεῖναι δίκην ἐφʼ ἡμῶν ὥστε αὐτῶν τῶν ζῴων ἀποστερηθῆναι καὶ αὐτὸν τῆς ἐπιστρεφείας πειραθῆναι· πρόθες. ἔτους η τοῦ κυρίου ἡμῶν αὐτοκράτορος Διοκλητιανοῦ καὶ ἔτους ζ τοῦ κυρίου ἡμῶν αὐτοκράτορος Μαξιμιανοῦ Μεχεὶρ …θ.