Ancient Greek
P.Oxy. 34 2719
Documentary Papyri, P.Oxy. 34 2719
Not analysed yet
σημασία τῶν ἐπιστολίων Ῥούφου ἀπὸ τῆς πύλης τῆς Σεληνιακῆς περιπάτησον ὡς ἐπὶ τοὺς θησαυροὺς καὶ ἐὰν θέλῃς εἰς τὴν πρώτην ῥύμην ἀριστερᾷ κάμψον ὀπίσω τῶν θερμῶν Οὐάλεντος καὶ ἔλθε εἰς τὸ λιβυς· κατάβα τὰ κλιμάκια καὶ τ…α ἀνάβα καὶ κάμψον δεξιᾷ καὶ μετὰ τὸ περίβολον τοῦ …ου ἐκ δεξιῶν οἰκία ἑπτάστεγός ἐστιν καὶ ἐπάνου τοῦ πυλῶνος …χη καὶ καταντικρὺ κυρτοπλόκιον. αὐτοῦ πυθοῦ ἢ τῆς θυρουροῦ καὶ μανθάνεις· βάλε δὲ φωνὴν Οὐολουσσιανῷ ……ὑπακούει σοι ε…ιαπ…ει …άζονται.