Ancient Greek
P.Oxy. 36 2756
Documentary Papyri, P.Oxy. 36 2756
Not analysed yet
…ἀμφοδάρχῃ Δρόμου Θοήριδος …παρὰ Νικάνορος τοῦ Σωστράτου καὶ …ατος μητρὸς Θαισᾶτος τῆς Πτολεμαίου ἀμφοτέρων τῶν ἀπʼ Ὀξυρύγχων πόλεως. πρὸς τὰ ταχθέντα ὑπὸ τοῦ κυρίου ἡγεμόνος Αἰτερνίου Φρόντωνος περὶ τῶν ἐπʼ Ἀλεξανδρίας διατριβόντων ἐπερωτώμενοι ὑφʼ ὑμῶν ὑπὲρ τοῦ Νικάνορος υἱοῦ Ἰσιδώρου γερδίου ἀποφαινόμεθα τοῦτον ἐπʼ Ἀλεξανδρίας διατρίβειν καὶ ἐν ὁμολόγῳ λαογραφίας τοῦ ἐνεστῶτος ἑνδεκάτου ἔτους Αὐτοκράτορος Οὐεσπασιανοῦ Σεβαστοῦ ἐπὶ τοῦ αὐτοῦ ἀμφόδου Δρόμου Θοήριδος καὶ ὀμνύομεν Αὐτοκράτορα Καίσαρα …