Ancient Greek
P.Oxy. 36 2763
Documentary Papyri, P.Oxy. 36 2763
Not analysed yet
Αὐρηλίῳ Ποσιδωνίῳ στρατηγῷ Ὀξυρυγχείτου Αὐρήλιοι Θέων ὁ καὶ Ἀμμώνιος Εὐδαίμονος μητρὸς Ἀπολλωνίας καὶ Θῶνις Θώνιος μητρὸς Διογενίδος ἀμφότεροι ἀπʼ Ὀξυρύγχων πόλεως. ὀμνύομεν τὴν τῶν κυρίων ἡμῶν Πουπλίων Λικιννίου Οὐαλεριανοῦ καὶ Γαλλιηνοῦ Σεβαστῶν Εὐσεβῶν τύχην ἑκουσίως καὶ αὐθαιρέτως ἐνγυᾶσθαι Αὐρήλιον Ἡρᾶν Διογένους φύλαρχον ὃν καὶ παραστήσομεν ὁπόταν ἐπιζητηθῇ ἢ ἔνοχοι εἶμεν τῷ ὅρκῳ. ἔτους α Αὐτοκρατόρων καισάρων Πουπλίου Λικιννίου.