Ancient Greek
P.Oxy. 36 2765
Documentary Papyri, P.Oxy. 36 2765
Not analysed yet
…ὑπηρεσίαν τοῦ στρατηγοῦ τοῦ ἐνεστῶτος κ ἔτους καὶ ἐννεακαιδεκάτου καὶ ιβ ἔτους ὀμνύω τὴν τῶν κυρίων ἡμῶν Αὐτοκρατόρων Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ Σεβαστῶν καὶ Κωνσταντίου καὶ Μαξιμιανοῦ τῶν ἐπιφανεστάτων Καισάρων τύχην ἀντιλήμψεσθαι τῆς δηλουμένης ὑπηρεσίας καὶ ἐκτελέσειν ταύτην ἐνφανὴς ὢν ὑπακούων τοῖς ἐπιτασσομένοις μοι ἀδιαλείπτως εἰς τὸ ἐν μηδενὶ μεμφθῆναι ἢ ἔνοχος εἴην τῷ θείῳ ὅρκῳ. παρέσχον δὲ ἐμαυτοῦ ἐγγυητὴν Αὐρήλιον Ἄδραστον ἀπὸ τῆς αὐτῆς πόλεως παρόντα καὶ εὐδοκοῦντα. ἔτους κ καὶ ἔτους ἐννεακαιδεκάτου τῶν κυρίων ἡμῶν Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ Σεβαστῶν καὶ ἔτους ιβ τῶν κυρίων ἡμῶν Κωνσταντίου καὶ Μαξιμιανοῦ τῶν ἐπιφανεστάτων Καισάρων Χοιὰκ κγ. Αὐρήλιος Σαραπιακὸς ὤμοσα τὸν ὅρκον. Αὐρήλιος Ἄδραστος ἐνγυῶμαι αὐτὸν ὡς πρόκειται. Αὐρήλιος …ἔγραψα ὑπὲρ αὐτῶν μὴ εἰδότων γράμματα.