Ancient Greek
P.Oxy. 36 2771
Documentary Papyri, P.Oxy. 36 2771
Not analysed yet
τοῖς ἐσομένοις ἐκ τρίτου ὑπάτοις πρὸ ὀκτὼ καλανδῶν Ἰουλίων ἐν τῇ λαμπρᾷ Κῴων πόλει μηνὸς Ἀγριανίου …Αὐρηλία Ἀρτεμωνὶς Κῴα ἔδωκα ἐντολὴν τῷ ἀνδρί μου …ιῳ πρὸς τὸ ἐξουσίαν αὐτὸν ἔχειν διὰ ταύτης μου τῆς ἐντολῆς θέλεις πωλεῖν θέλεις χαρίζεσθαι τὴν δούλην μου Θεοδώραν ἣν ἠγόρασέ μοι εἰς ὄνομά μου πρὸς τὸ ἀπόδειξιν καὶ ἀμεριμνίαν ἔχειν τὸν ἐωνημένον καὶ μηδεμίαν αὐτὸν ἔχειν ζήτησιν καὶ διʼ αὐτῆς μου τῆς ἐντολῆς κύριον εἶναι καὶ βέβαιον. Αὐρηλία Ἀρτεμωνὶς Κῴα …α… ἐπιτροπικὴ ἐντολή …