Ancient Greek
P.Oxy. 36 2781
Documentary Papyri, P.Oxy. 36 2781
Not analysed yet
…Σαραπίων Σαραπᾷ τῷ υἱῷ χαίρειν. ἐὰν χρείαν ἔχῃς ἄρακος πρὸ τοῦ ἔλθωμεν γενοῦ πρὸς Ἀφύγχιον τὸν πωμαρίτην καὶ δώσει σοι ὃ θέλεις, μὴ ἀμελήσῃς κοσκινεύειν τὸ μακροφυὲς χορτόσπερμον τῆς ὑπηρεσίας τῶν κτηνῶν, μὴ ἀμελήσῃς ἀσφ…λ…ς τὴν χορτοθήκην καὶ τὸν θησαυρὸν διὰ τὸν φοίνικα. ἐρρῶσθαι εὔχομαι.