Ancient Greek
P.Oxy. 36 2783
Documentary Papyri, P.Oxy. 36 2783
Not analysed yet
Ἀπολλώνιος Ἀρτεμᾷ τῷ ἀδελφῷ χαίρειν. πρὸ μὲν παντὸς εὔχομαι πᾶσι τοῖς θεοῖς τὰ ἐν βίῳ σοι κάλλιστα ὑπαρχθῆναι· καὶ νῦν τῷ ἀδελφῷ σου ἔδωκα δραχμὰς φ καὶ τῷ Πτολεμαίῳ ἤδη μετεβαλόμην ἀπὸ μέρους, καθὼς ἠθέλησεν. θαυμάζω δὲ ὅτι εἰς μὲν ἔλαιον τὸ τοσοῦτο ἀργύριον ἐχώρησαι. ἓξ δὶς ἔβαλες· ἐνθάδε γὰρ τὸ Ἀμμωνιακὸν δραχμῶν σκ, τὸ δὲ Αὐαστικὸν δραχμῶν σ· ὅθεν εἰ εἰς ἄλλην χρείαν λαμβάνεις δυναμένην ἡμᾶς ὠφελῆσαι, καλῶς ποιεῖς. ἔγραψας δέ μοι ὡς ἐμοῦ σε κατακόπτοντος ἄποντα, καὶ τοῦτο δὲ χείρω τῶν πρώτων. εἰ γὰρ ἀπαρτὶ ἐπίστασαί μου τὴν γνώμην, οὐκ ὀφείλεις ἄνθρωπος κρίνεσθαι. καὶ ἄλλοτέ σοι ἔγραψα ὅτι οὔτʼ ἐγὼ τὸν κάμηλον Ἑρμία κατέσχον οὔτε ἄλλου τινός. εἰ δὲ ταῦτα θέλεις με γράφειν, γράφω σοι. τάχα γὰρ οὐκ ἀναγιγνώσκεις ἅ σοι γράφω. ὅσα δὲ ἔπαθον ἐνθάδε χάριν τῶν καμήλων τῆς Κόπτου ὅ τε Ἀμμωνᾶς καὶ ὁ αὐτοματάρις Ἀνθρωπᾶς καὶ οἱ ἄλλοι πάντες δύνασαι ἀκοῦσαι ἀπὸ τοῦ ἀδελφοῦ σου. οἱ δὲ γαμβροί σου οἱ κατάρατοι στρηνιῶσι καὶ πολλὰ ὑπὲρ αὐτῶν προῆλθον χάριν σοῦ. ἐὰν ……βουλὴν ἔχω, ἐρῶ σοι. ἵνα μὴ δοκῶ πολλὰ γράφειν, ἐρρῶσθαί σε εὔχομαι. τὸν τυφλὸν ὁ ἀδελφός σου ἠνάγκασέ με πωλῆσαι· Ἀρτεμᾷ παρὰ Ἀπολλωνίου.