Ancient Greek
P.Oxy. 36 2795
Documentary Papyri, P.Oxy. 36 2795
Not analysed yet
ἐμίσθωσεν Αὐρήλιος Σαραπίων ὁ καὶ Διονυσοθέων γυμνασιαρχήσας βουλευτὴς τῆς Ὀξυρυγχειτῶν πόλεως Αὐρηλίῳ Κορνηλίῳ Κολλούθου μητρὸς Τανεσνέως ἀπὸ τοῦ Πλεροῦτος ἐποικίου πρὸς μόνον τὸ ἐνεστὸς β ἔτος τὰς ὑπαρχούσας αὐτῷ περὶ κώμην Θῶσβιν προγεωργουμένας ὑπὸ τοῦ αὐτοῦ μεμισθωμένου ἀρούρας πέντε ,ὥστε σπεῖραι πυρῷ ἐκφορίου ἀποτάκτου πυροῦ ἀρταβῶν εἴκοσι μιᾶς ἀκινδύνου παντὸς κινδύνου, τῶν τῆς γῆς δημοσίων ὄντων πρὸς τὸν γεοῦχον κυριεύοντα τῶν καρπῶν ἕως τὸν πυρὸν κομίσηται. ὅνπερ βεβαιουμένης τῆς μισθώσεως μετρείτω ὁ μεμισθωμένος εἰς δημόσιον θησαυρὸν ἰδίαις ἑαυτοῦ δαπάναις καὶ ἀναλώμασι πᾶσι, οὗ καὶ θέμα καθαρὸν ἀπὸ πάντων ἀναδότω ὑπὸ τὴν πρώτην τοῦ ἐνεστῶτος ἔτους μέτρησιν ἀνυπερθέτως, γεινομένης τῆς πράξεως παρά τε τοῦ μεμισθωμένου καὶ ἐκ τῶν ὑπαρχόντων αὐτῷ πάντων. κυρία ἡ μίσθωσις, καὶ ἐπερωτηθεὶς ὁ μεμισθωμένος ὡμολόγησεν. ἔτους β Αὐτοκράτορος Καίσαρος Γαίου Μεσσίου Κυίντου Τραιανοῦ Δεκίου Εὐσεβοῦς Εὐτυχοῦς καὶ Κυίντου Ἑρεννίου Ἐτρούσκου Μεσσίου Δεκίου καὶ Γαίου Οὐάλεντος Ὁστιλιανοῦ Μεσσίου Κυίντου τῶν σεβασμιωτάτων Καισάρων Σεβαστῶν Φαῶφι ιδ.